Plato, Alcibiades 2 (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Alc. 2].
<<Pl. Alc. 2 142b Pl. Alc. 2 143a (English) >>Pl. Alc. 2 143d

142dπολλῶν, παρόντα βλάπτει μᾶλλον ὠφελεῖ, ἀλλὰ κἂν εὔξαιντο ἂν γενέσθαι, εἴ τῳ μὴ παρόντα τυγχάνει· ὀλίγον δὲ ἐπισχόντες ἐνίοτε παλινῳδοῦσιν, ἀνευχόμενοι ἅττʼ ἂν τὸ πρῶτον εὔξωνται. ἐγὼ μὲν οὖν ἀπορῶ μὴ ὡς ἀληθῶς μάτην θεοὺς ἄνθρωποι αἰτιῶνται, ἐξ ἐκείνων φάμενοι κακά σφισιν εἶναι· οἱ δὲ καὶ αὐτοὶ σφῇσινHom. Od 1.32 εἴτε ἀτασθαλίαισινHom. Od 1.32 εἴτε ἀφροσύναις χρὴ εἰπεῖν, ὑπὲρ μόρονHom. Od 1.32 142eἄλγεʼ ἔχουσι. κινδυνεύει γοῦν, Ἀλκιβιάδη, φρόνιμός τις εἶναι ἐκεῖνος ποιητής, ὃς δοκεῖ μοι φίλοις ἀνοήτοις τισὶ χρησάμενος, ὁρῶν αὐτοὺς καὶ πράττοντας καὶ εὐχομένους ἅπερ οὐ βέλτιον ἦν, ἐκείνοις δὲ ἐδόκει, κοινῇ ὑπὲρ ἁπάντων αὐτῶν εὐχὴν ποιήσασθαι· λέγει δέ πως ὡδί143a Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλά, φησί, καὶ εὐχομένοις
καὶ ἀνεύκτοις
ἄμμι δίδου, τὰ δὲ δειλὰ καὶ εὐχομένοις ἀπαλέξειν
Anth. Pal. 10.108
κελεύει. ἐμοὶ μὲν οὖν καλῶς δοκεῖ καὶ ἀσφαλῶς λέγειν ποιητής· σὺ δʼ εἴ τι ἐν νῷ ἔχεις πρὸς ταῦτα, μὴ σιώπα.

Ἀλκιβιάδης

χαλεπόν, Σώκρατες, ἐστὶν ἀντιλέγειν πρὸς τὰ καλῶς εἰρημένα· ἐκεῖνο δʼ οὖν ἐννοῶ, ὅσων κακῶν αἰτία ἄγνοια τοῖς ἀνθρώποις, ὁπότε, ὡς ἔοικε, λελήθαμεν ἡμᾶς 143bαὐτοὺς διὰ ταύτην καὶ πράττοντες καὶ τό γε ἔσχατον εὐχόμενοι ἡμῖν αὐτοῖς τὰ κάκιστα. ὅπερ οὖν οὐδεὶς ἂν οἰηθείη, ἀλλὰ τοῦτό γε πᾶς ἂν οἴοιτο ἱκανὸς εἶναι, αὐτὸς αὑτῷ τὰ βέλτιστα εὔξασθαι, ἀλλʼ οὐ τὰ κάκιστα. τοῦτο μὲν γὰρ ὡς ἀληθῶς κατάρᾳ τινὶ ἀλλʼ οὐκ εὐχῇ ὅμοιον ἂν εἴη.

Σωκράτης

ἀλλʼ ἴσως, βέλτιστε, φαίη ἄν τις ἀνήρ, ὃς ἐμοῦ τε καὶ σοῦ σοφώτερος ὢν τυγχάνοι, οὐκ ὀρθῶς ἡμᾶς



Plato, Alcibiades 2 (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Alc. 2].
<<Pl. Alc. 2 142b Pl. Alc. 2 143a (English) >>Pl. Alc. 2 143d

Powered by PhiloLogic