ἐπειδὴ δὲ ἐπανῆκε δεῦρʼ ἀπὸ τῆς πρεσβείας ὁ Κτησιφῶν, ἀπήγγειλε πρὸς ὑμᾶς ὑπὲρ ὧν ἐπέμφθη, καὶ πρὸς τούτοις, ὅτι φαίη Φίλιππος ἄκων μὲν πολεμῆσαι πρὸς ὑμᾶς, βούλεσθαι δὲ καὶ νῦν ἀπαλλαγῆναι τοῦ πολέμου. εἰπόντος δὲ ταῦτα τοῦ Κτησιφῶντος, καὶ πολλήν τινα ἐξαγγείλαντος πρὸς τούτοις φιλανθρωπίαν, καὶ τοῦ δήμου σφόδρα ἀποδεξαμένου καὶ τὸν Κτησιφῶντα ἐπαινέσαντος, ἀντειπόντος δʼ οὐδενός, ἐνταῦθα ἤδη δίδωσι ψήφισμα Φιλοκράτης ὁ Ἁγνούσιος, καὶ ὁ δῆμος ἅπας ὁμογνωμονῶν ἐχειροτόνησεν, ἐξεῖναι Φιλίππῳ δεῦρο κήρυκα note καὶ πρέσβεις πέμπειν ὑπὲρ εἰρήνης. πρότερον μὲν γὰρ καὶ αὐτὸ τοῦτʼ ἐκωλύετο ὑπό τινων, οἷς ἦν τοῦτʼ ἐπιμελές, ὡς αὐτὸ τὸ πρᾶγμα ἔδειξεν.