Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 2.13 Aeschin. 2.17 (English) >>Aeschin. 2.20

2.15

ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Ὄλυνθος ἑάλω, καὶ πολλοὶ τῶν ἡμετέρων ἐγκατελήφθησαν πολιτῶν, ὧν ἦν Ἰατροκλῆς Ἐργοχάρους ἀδελφὸς καὶ Εὐήρατος Στρομβίχου υἱός. ὑπὲρ δὴ τούτων ἱκετηρίαν θέντες οἱ οἰκεῖοι ἐδέοντο ὑμῶν ἐπιμέλειαν ποιήσασθαι. παρελθόντες δʼ αὐτοῖς συνηγόρουν Φιλοκράτης καὶ Δημοσθένης, ἀλλʼ οὐκ Αἰσχίνης. καὶ πέμπουσι πρεσβευτὴν Ἀριστόδημον τὸν ὑποκριτὴν πρὸς Φίλιππον, διὰ τὴν γνῶσιν καὶ φιλανθρωπίαν τῆς τέχνης.

2.16

ὡς δʼ ἐπανήκων ἀπὸ τῆς πρεσβείας Ἀριστόδημος διά τινας ἀσχολίας οὐ προσῄει πρὸς τὴν βουλήν, ἀλλʼ ἔφθασεν αὐτὸν Ἰατροκλῆς ἐλθὼν ἐκ Μακεδονίας ἀφεθεὶς ὑπὸ Φιλίππου ἄνευ λύτρων, note ἐνταῦθʼ ἠγανάκτουν πολλοί, ὅτι τὴν πρεσβείαν οὐκ ἀπήγγειλεν Ἀριστόδημος, τοὺς αὐτοὺς λόγους ἀκούοντες τοῦ Ἰατροκλέους περὶ τοῦ Φιλίππου.

2.17

τελευταῖον δʼ εἰσελθὼν note Δημοκράτης Ἀφιδναῖος ἔπεισε τὴν βουλὴν ἀνακαλέσασθαι τὸν Ἀριστόδημον· εἷς δὲ τῶν βουλευτῶν ἦν Δημοσθένης ἐμὸς κατήγορος. παρελθὼν δʼ Ἀριστόδημος πολλήν τινα εὔνοιαν ἀπήγγειλε τοῦ Φιλίππου πρὸς τὴν πόλιν, καὶ προσέθηκεν ὅτι καὶ σύμμαχος βούλοιτο τῇ πόλει γενέσθαι. καὶ ταῦτʼ οὐκ ἐν τῇ βουλῇ μόνον εἶπεν, ἀλλὰ καὶ ἐν τῷ δήμῳ. κἀνταῦθʼ οὐδὲν ἀντεῖπε Δημοσθένης, ἀλλὰ καὶ στεφανῶσαι τὸν Ἀριστόδημον ἔγραψε.

2.18

ῥηθέντων δὲ τούτων, ψήφισμα ἔγραψεν Φιλοκράτης ἑλέσθαι πρέσβεις πρὸς Φίλιππον ἄνδρας δέκα, οἵτινες διαλέξονται Φιλίππῳ περὶ εἰρήνης καὶ τῶν κοινῇ συμφερόντων Ἀθηναίοις καὶ Φιλίππῳ. χειροτονουμένων δὲ τῶν δέκα πρέσβεων, ἐγὼ μὲν προεβλήθην ὑπὸ Ναυσικλέους, Δημοσθένης δʼ ὑπʼ αὐτοῦ Φιλοκράτους, νυνὶ Φιλοκράτους κατηγορῶν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 2.13 Aeschin. 2.17 (English) >>Aeschin. 2.20

Powered by PhiloLogic