Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 2.15 Aeschin. 2.19 (English) >>Aeschin. 2.21

2.17

τελευταῖον δʼ εἰσελθὼν note Δημοκράτης Ἀφιδναῖος ἔπεισε τὴν βουλὴν ἀνακαλέσασθαι τὸν Ἀριστόδημον· εἷς δὲ τῶν βουλευτῶν ἦν Δημοσθένης ἐμὸς κατήγορος. παρελθὼν δʼ Ἀριστόδημος πολλήν τινα εὔνοιαν ἀπήγγειλε τοῦ Φιλίππου πρὸς τὴν πόλιν, καὶ προσέθηκεν ὅτι καὶ σύμμαχος βούλοιτο τῇ πόλει γενέσθαι. καὶ ταῦτʼ οὐκ ἐν τῇ βουλῇ μόνον εἶπεν, ἀλλὰ καὶ ἐν τῷ δήμῳ. κἀνταῦθʼ οὐδὲν ἀντεῖπε Δημοσθένης, ἀλλὰ καὶ στεφανῶσαι τὸν Ἀριστόδημον ἔγραψε.

2.18

ῥηθέντων δὲ τούτων, ψήφισμα ἔγραψεν Φιλοκράτης ἑλέσθαι πρέσβεις πρὸς Φίλιππον ἄνδρας δέκα, οἵτινες διαλέξονται Φιλίππῳ περὶ εἰρήνης καὶ τῶν κοινῇ συμφερόντων Ἀθηναίοις καὶ Φιλίππῳ. χειροτονουμένων δὲ τῶν δέκα πρέσβεων, ἐγὼ μὲν προεβλήθην ὑπὸ Ναυσικλέους, Δημοσθένης δʼ ὑπʼ αὐτοῦ Φιλοκράτους, νυνὶ Φιλοκράτους κατηγορῶν.

2.19

οὕτω δʼ ἦν πρόθυμος εἰς τὰ πράγματα, ὥστε ἐν τῇ βουλῇ γράφει, ἵνα ἀζήμιος ὢν ἡμῖν Ἀριστόδημος συμπρεσβεύῃ, ἑλέσθαι πρέσβεις ἐπὶ τὰς πόλεις ἐν αἷς ἔδει τὸν Ἀριστόδημον ἀγωνίζεσθαι, οἵτινες ὑπὲρ αὐτοῦ παραιτήσονται τὰς ζημίας. καὶ ὅτι ταῦτʼ ἐστὶν ἀληθῆ, λαβέ μοι τὰ ψηφίσματα, καὶ τὴν ἐκμαρτυρίαν ἀνάγνωθι τὴν Ἀριστοδήμου, καὶ κάλει πρὸς οὓς ἐξεμαρτύρησεν, ἵνʼ εἰδῶσιν οἱ δικασταί, τίς Φιλοκράτους ἑταῖρος, καὶ τίς τὰς δωρεὰς Ἀριστοδήμῳ φάσκων πείσειν δοῦναι τὸν δῆμον.Ψηφίσματα
Ἐκμαρτυρία
note



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 2.15 Aeschin. 2.19 (English) >>Aeschin. 2.21

Powered by PhiloLogic