Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 2.17 Aeschin. 2.20 (English) >>Aeschin. 2.23

2.19

οὕτω δʼ ἦν πρόθυμος εἰς τὰ πράγματα, ὥστε ἐν τῇ βουλῇ γράφει, ἵνα ἀζήμιος ὢν ἡμῖν Ἀριστόδημος συμπρεσβεύῃ, ἑλέσθαι πρέσβεις ἐπὶ τὰς πόλεις ἐν αἷς ἔδει τὸν Ἀριστόδημον ἀγωνίζεσθαι, οἵτινες ὑπὲρ αὐτοῦ παραιτήσονται τὰς ζημίας. καὶ ὅτι ταῦτʼ ἐστὶν ἀληθῆ, λαβέ μοι τὰ ψηφίσματα, καὶ τὴν ἐκμαρτυρίαν ἀνάγνωθι τὴν Ἀριστοδήμου, καὶ κάλει πρὸς οὓς ἐξεμαρτύρησεν, ἵνʼ εἰδῶσιν οἱ δικασταί, τίς Φιλοκράτους ἑταῖρος, καὶ τίς τὰς δωρεὰς Ἀριστοδήμῳ φάσκων πείσειν δοῦναι τὸν δῆμον.Ψηφίσματα
Ἐκμαρτυρία
note

2.20

μὲν τοίνυν ἐξ ἀρχῆς ἔνστασις τῶν ὅλων πραγμάτων ἐγένετο οὐ διʼ ἐμοῦ, ἀλλὰ διὰ Δημοσθένους καὶ Φιλοκράτους· ἐν δὲ τῇ πρεσβείᾳ συσσιτεῖν ἡμῖν ἐσπούδασεν, οὐκ ἐμὲ πείσας, ἀλλὰ τοὺς μετʼ ἐμοῦ, Ἀγλαοκρέοντα τὸν Τενέδιον, ὃν ἐκ τῶν συμμάχων εἵλεσθε, καὶ Ἰατροκλέα. ἐν δὲ τῇ πορείᾳ παρακελεύεσθαί με φησὶν αὑτῷ, ὅπως τὸ θηρίον κοινῇ φυλάξομεν, τὸν Φιλοκράτην, πρᾶγμα λέγων πεπλασμένον. πῶς γὰρ ἂν ἐγὼ Δημοσθένην ἐπὶ Φιλοκράτην παρεκάλουν, ὃν ᾔδειν συνειπόντα μὲν Φιλοκράτει, ὅτʼ ἦν τῶν παρανόμων γραφή, προβληθέντα δʼ εἰς τὴν πρεσβείαν ὑπὸ Φιλοκράτους;

2.21

πρὸς δὲ τούτοις οὐκ ἐν τοιούτοις ἦμεν λόγοις, note ἀλλʼ ὅλην τὴν πορείαν ἠναγκαζόμεθα Δημοσθένην ὑπομένειν ἀφόρητον καὶ βαρὺν ἄνθρωπον· ὃς διασκοπούντων ἡμῶν τι χρὴ λέγειν, note καὶ Κίμωνος εἰπόντος ὅτι φοβοῖτο μὴ δικαιολογούμενος περιγένοιτο ἡμῶν Φίλιππος, πηγὰς δὴ λόγων ἐπηγγέλλετο, note καὶ περὶ τῶν δικαίων τῶν ὑπὲρ Ἀμφιπόλεως καὶ τῆς ἀρχῆς τοῦ πολέμου τοιαῦτα ἐρεῖν ἔφη, ὥστε ἀπορράψειν τὸ Φιλίππου στόμα ὁλοσχοίνῳ ἀβρόχῳ καὶ πείσειν Ἀθηναίους μὲν καταδέξασθαι Λεωσθένην, Φίλιππον δʼ Ἀθηναίοις Ἀμφίπολιν ἀποδοῦναι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 2.17 Aeschin. 2.20 (English) >>Aeschin. 2.23

Powered by PhiloLogic