Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 2.20 Aeschin. 2.23 (English) >>Aeschin. 2.26

2.22

ἵνα δὲ μὴ μακρολογῶ τὴν τούτου διεξιὼν ὑπερηφανίαν, ὡς τάχιστα ἥκομεν εἰς Μακεδονίαν, συνετάξαμεν πρὸς note ἡμᾶς αὐτούς, ὅταν προσίωμεν Φιλίππῳ, τὸν πρεσβύτατον πρῶτον note λέγειν καὶ τοὺς λοιποὺς καθʼ ἡλικίαν· ἐτύγχανε δʼ ἡμῶν νεώτατος ὤν, ὡς ἔφη, Δημοσθένης. ἐπειδὴ δὲ εἰσεκλήθημεν,—καὶ τούτοις ἤδη μοι σφόδρα προσέχετε τὸν νοῦν· ἐντεῦθεν γὰρ κατόψεσθε τἀνθρώπου note φθόνον ὑπερβάλλοντα καὶ δεινὴν δειλίαν ἅμα καὶ κακοήθειαν, καὶ τοιαύτας ἐπιβουλὰς κατʼ ἀνδρῶν συσσίτων καὶ συμπρέσβεων, ἃς οὐδʼ ἂν κατὰ τῶν ἐχθίστων τις εἰκῇ ποιήσαιτο. τοὺς γὰρ τῆς πόλεως ἅλας καὶ τὴν δημοσίαν τράπεζαν περὶ πλείστου δή φησι ποιεῖσθαι, οὐκ ὢν ἐπιχώριος, εἰρήσεται γάρ, οὐδʼ ἐγγενής.

2.23

ἡμεῖς δέ, οἷς ἱερὰ καὶ τάφοι προγόνων ὑπάρχουσιν ἐν τῇ πατρίδι, καὶ διατριβαὶ καὶ συνήθειαι μεθʼ ὑμῶν ἐλευθέριοι, καὶ γάμοι κατὰ τοὺς νόμους καὶ κηδεσταὶ καὶ τέκνα, Ἀθήνησι μὲν ἦμεν ἄξιοι τῆς ὑμετέρας πίστεως, οὐ γὰρ ἄν ποτε ἡμᾶς εἵλεσθε, ἐλθόντες δʼ εἰς Μακεδονίαν ἐξαίφνης ἐγενόμεθα προδόται. δὲ οὐδὲν ἄπρατον ἔχων μέρος τοῦ σώματος, note ὡς ὢν Ἀριστείδης, note δίκαιος ἐπικαλούμενος, δυσχεραίνει καὶ καταπτύει δωροδοκίας.

2.24

ἀκούσατε δὴ τούς τε ἡμετέρους λόγους, οὓς εἴπομεν ὑπὲρ ὑμῶν, καὶ πάλιν οὓς τὸ μέγα ὄφελος τῆς πόλεως εἴρηκε Δημοσθένης, ἵνʼ ἐφεξῆς καὶ κατὰ μικρὸν πρὸς ἕκαστα τῶν κατηγορημένων ἀπολογήσωμαι. ἐπαινῶ δʼ εἰς ὑπερβολὴν ὑμᾶς, ἄνδρες δικασταί, ὅτι σιγῇ καὶ δικαίως ἡμῶν ἀκούετε· ὥστε, ἐάν τι μὴ λύσω τῶν κατηγορημένων, οὐχ ὑμᾶς, ἀλλʼ ἐμαυτὸν αἰτιάσομαι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 2.20 Aeschin. 2.23 (English) >>Aeschin. 2.26

Powered by PhiloLogic