Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 2.24 Aeschin. 2.28 (English) >>Aeschin. 2.31

2.27

Παυσανίου δʼ ἐπὶ τὴν ἀρχὴν note κατιόντος, φυγάδος μὲν ὄντος, τῷ καιρῷ δʼ ἰσχύοντος, πολλῶν δʼ αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν καὶ Στρέψαν καὶ ἄλλʼ ἄττα χωρία, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν ἐπʼ Ἀμφίπολιν Ἰφικράτην, Ἀμφιπολιτῶν αὐτῶν ἐχόντων τότε τὴν πόλιν καὶ τὴν χώραν καρπουμένων.

2.28

ἀφικομένου δʼ εἰς τοὺς τόπους Ἰφικράτους μετʼ ὀλίγων τὸ πρῶτον νεῶν, ἐπὶ κατασκοπῇ μᾶλλον τῶν πραγμάτων πολιορκία τῆς πόλεως, ἐνταῦθα, ἔφην ἐγώ, μετεπέμψατο αὐτὸν Εὐρυδίκη μήτηρ σή, καὶ ὥς γε δὴ λέγουσιν οἱ παρόντες πάντες, Περδίκκαν μὲν τὸν ἀδελφὸν τὸν σὸν καταστήσασα εἰς τὰς χεῖρας τὰς Ἰφικράτους, σὲ δὲ εἰς τὰ γόνατα τὰ ἐκείνου θεῖσα παιδίον ὄντα, εἶπεν ὅτιἈμύντας πατὴρ τῶν παιδίων τούτων, ὅτʼ ἔζη, υἱὸν ἐποιήσατό σε, τῇ δὲ Ἀθηναίων πόλει οἰκείως ἐχρήσατο, ὥστε συμβαίνει σοι καὶ ἰδίᾳ τῶν παίδων τούτων γεγενῆσθαι ἀδελφῷ, καὶ δημοσίᾳ φίλῳ ἡμῖν εἶναι.”

2.29

καὶ μετὰ ταῦτα ἤδη δέησιν ἰσχυρὰν ἐποιεῖτο καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ αὑτῆς καὶ ὑπὲρ τῆς ἀρχῆς καὶ ὅλως ὑπὲρ τῆς σωτηρίας. ἀκούσας δὲ ταῦτα Ἰφικράτης ἐξήλασε Παυσανίαν ἐκ Μακεδονίας, καὶ τὴν δυναστείαν ὑμῖν ἔσωσε. καὶ μετὰ ταῦτα εἶπον περὶ Πτολεμαίου, ὃς ἦν ἐπίτροπος καθεστηκὼς τῶν πραγμάτων, ὡς ἀχάριστον καὶ δεινὸν ἔργον διεπράξατο, διδάσκων ὅτι πρῶτον μὲν ὑπὲρ Ἀμφιπόλεως ἀντέπραττε τῇ πόλει, καὶ πρὸς Θηβαίους διαφερομένων Ἀθηναίων συμμαχίαν ἐποιήσατο, καὶ πάλιν ὡς Περδίκκας εἰς τὴν ἀρχὴν καταστὰς ὑπὲρ Ἀμφιπόλεως ἐπολέμησε τῇ πόλει.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 2.24 Aeschin. 2.28 (English) >>Aeschin. 2.31

Powered by PhiloLogic