ὑμᾶς μὲν οὖν ἐπαινῶ καὶ διαφερόντως ἀγαπῶ, ὅτι τῷ βίῳ μᾶλλον τῷ τῶν κρινομένων πιστεύετε, ἢ ταῖς παρὰ τῶν ἐχθρῶν αἰτίαις· αὐτὸς δʼ οὐκ ἂν ἀποσταίην τῆς πρὸς ταῦτʼ ἀπολογίας. εἰ γάρ τις ἢ τῶν ἔξωθεν περιεστηκότων πέπεισται, σχεδὸν δʼ οἱ πλεῖστοι τῶν πολιτῶν πάρεισιν, ἢ τῶν δικαζόντων ὑμῶν, ὡς ἐγὼ τοιοῦτόν τι διαπέπραγμαι, μὴ μόνον εἰς ἐλεύθερον σῶμα, ἀλλὰ καὶ εἰς τὸ τυχόν, ἀβίωτον εἶναί μοι τὸν λοιπὸν βίον νομίζω· κἂν μὴ προϊούσης τῆς ἀπολογίας ἐξελέγξω καὶ τὴν αἰτίαν οὖσαν ψευδῆ, καὶ τὸν τολμήσαντʼ εἰπεῖν ἀνόσιον καὶ συκοφάντην, κἂν τἆλλα πάντα μηδὲν ἀδικῶν φαίνωμαι, θανάτου τιμῶμαι.