Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 3.147 Aeschin. 3.150 (English) >>Aeschin. 3.153

3.149

τούτων ἐχόντων οὕτως αἰσθόμενος Δημοσθένης, καὶ τοὺς Βοιωτάρχας ὑποπτεύσας μέλλειν εἰρήνην ἰδίᾳ ποιεῖσθαι, χρυσίον ἄνευ αὑτοῦ παρὰ Φιλίππου λαβόντας, ἀβίωτον ἡγησάμενος εἶναι εἴ τινος ἀπολειφθήσεται δωροδοκίας, ἀναπηδήσας ἐν τῇ ἐκκλησίᾳ, οὐδενὸς ἀνθρώπων λέγοντος οὔθʼ ὡς δεῖ ποιεῖσθαι πρὸς Φίλιππον εἰρήνην οὔθʼ ὡς οὐ δεῖ, ἀλλʼ ὡς ᾤετο κήρυγμά τι τοῦτο note τοῖς Βοιωτάρχαις προκηρύττων ἀναφέρειν αὑτῷ τὰ μέρη τῶν λημμάτων, διώμνυτο τὴν Ἀθηνᾶν,

3.150

ἣν ὡς ἔοικε Φειδίας ἐνεργολαβεῖν ἠργάσατο καὶ ἐνεπιορκεῖν Δημοσθένει, μήν, εἴ τις ἐρεῖ ὡς χρὴ πρὸς Φίλιππον εἰρήνην ποιήσασθαι, ἀπάξειν εἰς τὸ δεσμωτήριον ἐπιλαβόμενος τῶν τριχῶν, ἀπομιμούμενος τὴν Κλεοφῶντος πολιτείαν, ὃς ἐπὶ τοῦ πρὸς Λακεδαιμονίους πολέμου, ὡς λέγεται, τὴν πόλιν ἀπώλεσεν. ὡς δʼ οὐ προσεῖχον αὐτῷ οἱ ἄρχοντες οἱ ἐν ταῖς Θήβαις, ἀλλὰ καὶ τοὺς στρατιώτας τοὺς ὑμετέρους πάλιν ἀνέστρεψαν ἐξεληλυθότας, ἵνα βουλεύσησθε περὶ τῆς εἰρήνης,

3.151

ἐνταῦθʼ ἤδη παντάπασιν ἔκφρων ἐγένετο, καὶ παρελθὼν ἐπὶ τὸ βῆμα προδότας τῶν Ἑλλήνων ἀπεκάλει τοὺς Βοιωτάρχας, καὶ γράψειν ἔφη ψήφισμα, τοῖς πολεμίοις οὐδεπώποτʼ ἀντιβλέψας, πέμπειν ὑμᾶς πρέσβεις εἰς Θήβας αἰτήσοντας Θηβαίους δίοδον ἐπὶ Φίλιππον. ὑπεραισχυνθέντες δὲ οἱ ἐν Θήβαις ἄρχοντες, μὴ δόξωσιν ὡς ἀληθῶς εἶναι προδόται τῶν Ἑλλήνων, ἀπὸ μὲν τῆς εἰρήνης ἀπετράποντο, ἐπὶ δὲ τὴν παράταξιν ὥρμησαν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Aeschin.].
<<Aeschin. 3.147 Aeschin. 3.150 (English) >>Aeschin. 3.153

Powered by PhiloLogic