Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.117 Andoc. 1.121 (English) >>Andoc. 1.124

1.119ἡμᾶς γὰρ οὐ δίκαιόν ἐστιν οὔτε χρήματα ἕτερα note οὔτʼ εὐτυχίαν ἀνδρὸς ἑλέσθαι, ὥστε καταφρονῆσαι τῶν Ἐπιλύκου θυγατέρων. καὶ γὰρ εἰ ἔζη Ἐπίλυκος τεθνεὼς πολλὰ κατέλιπε χρήματα, ἠξιοῦμεν ἂν γένει ὄντες ἐγγυτάτω ἔχειν τὰς παῖδας. τοιγάρτοι ἐκεῖνα μὲν διʼ Ἐπίλυκον ἂν ἦν διὰ τὰ χρήματα· νῦν δὲ διὰ τὴν ἡμετέραν ἀρετὴν τάδε ἔσται. τῆς μὲν οὖν σὺ ἐπιδικάζου, τῆς δὲ ἐγώ.”

1.120ὡμολόγησέ μοι, ἄνδρες. ἐπεδικασάμεθα ἄμφω κατὰ τὴν πρὸς ἡμᾶς ὁμολογίαν. καὶ ἧς μὲν ἐγὼ ἐπεδικασάμην, παῖς τύχῃ χρησαμένη καμοῦσα ἀπέθανεν· δʼ ἑτέρα ἔστιν ἔτι. ταύτην Καλλίας ἔπειθε Λέαγρον, χρήματα ὑπισχνούμενος, ἐᾶν αὑτὸν λαβεῖν· αἰσθόμενος δʼ ἐγὼ εὐθὺς ἔθηκα παράστασιν, καὶ ἔλαχον προτέρῳ μὲν Λεάγρῳ, ὅτιεἰ μὲν σὺ βούλῃ ἐπιδικάζεσθαι, ἔχε τύχῃ ἀγαθῇ, 1.121εἰ δὲ μή, ἐγὼ ἐπιδικάσομαι.” γνοὺς ταῦτα Καλλίας λαγχάνει τῷ υἱεῖ τῷ ἑαυτοῦ τῆς ἐπικλήρου, τῇ δεκάτῃ ἱσταμένου, ἵνα μὴ ἐπιδικάσωμαι ἐγώ. ταῖς δʼ εἰκάσι, μυστηρίοις τούτοις, δοὺς Κηφισίῳ χιλίας δραχμὰς ἐνδείκνυσί με καὶ εἰς τὸν ἀγῶνα τοῦτον καθίστησιν. ἐπειδὴ δʼ ἑώρα με ὑπομένοντα, τίθησι τὴν ἱκετηρίαν, ὡς ἐμὲ μὲν ἀποκτενῶν ἄκριτον ἐξελῶν, note αὐτὸς δὲ πείσας note Λέαγρον χρήμασι συνοικήσων τῇ Ἐπιλύκου θυγατρί.

1.122ἐπειδὴ δʼ οὐδʼ ὣς note ἄνευ ἀγῶνος ἑώρα ἐσόμενα τὰ πράγματα, τότε δὴ προσιὼν Λυσίστρατον, Ἡγημόνα, Ἐπιχάρη, ὁρῶν φίλους ὄντας ἐμοὶ καὶ χρωμένους, εἰς τοῦτο βδελυρίας ἦλθε καὶ παρανομίας ὥστʼ ἔλεγε πρὸς τούτους ὡς εἰ ἔτι καὶ νῦν βουλοίμην ἀποστῆναι τῆς Ἐπιλύκου θυγατρός, ἕτοιμος εἴη παύσασθαί με κακῶς ποιῶν, ἀπαλλάξαι δὲ Κηφίσιον, δίκην δʼ ἐν τοῖς φίλοις δοῦναί μοι τῶν πεποιημένων.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.117 Andoc. 1.121 (English) >>Andoc. 1.124

Powered by PhiloLogic