Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.122 Andoc. 1.125 (English) >>Andoc. 1.128

1.124ἀλλὰ γὰρ τὸν υἱὸν αὐτοῦ τοῦτον, λαχεῖν ἠξίωσε τῆς Ἐπιλύκου θυγατρός, σκέψασθε πῶς γέγονε καὶ πῶς ἐποιήσατʼ αὐτόν· ταῦτα γὰρ καὶ ἄξιον ἀκοῦσαι, ἄνδρες. γαμεῖ μὲν Ἰσχομάχου θυγατέρα· ταύτῃ δὲ συνοικήσας οὐδʼ ἐνιαυτὸν τὴν μητέρα αὐτῆς ἔλαβε, καὶ συνῴκει πάντων σχετλιώτατος ἀνθρώπων τῇ μητρὶ καὶ τῇ θυγατρί, ἱερεὺς ὢν τῆς μητρὸς καὶ τῆς θυγατρός, καὶ εἶχεν ἐν τῇ οἰκίᾳ ἀμφοτέρας.

1.125καὶ οὗτος μὲν οὐκ ᾐσχύνθη οὐδʼ ἔδεισε τὼ θεώ· δὲ τοῦ Ἰσχομάχου θυγάτηρ τεθνάναι νομίσασα λυσιτελεῖν ζῆν ὁρῶσα τὰ γιγνόμενα, ἀπαγχομένη μεταξὺ κατεκωλύθη, note καὶ ἐπειδὴ ἀνεβίω, ἀποδρᾶσα note ἐκ τῆς οἰκίας ᾤχετο, καὶ ἐξήλασεν μήτηρ τὴν θυγατέρα. ταύτης δʼ αὖ διαπεπλησμένος ἐξέβαλε καὶ ταύτην. δʼ ἔφη κυεῖν ἐξ αὐτοῦ· καὶ ἐπειδὴ ἔτεκεν υἱόν, ἔξαρνος ἦν μὴ εἶναι ἐξ αὐτοῦ τὸ παιδίον. 1.126λαβόντες δὲ οἱ προσήκοντες τῇ γυναικὶ τὸ παιδίον ἧκον ἐπὶ τὸν βωμὸν Ἀπατουρίοις, ἔχοντες ἱερεῖον, καὶ ἐκέλευον κατάρξασθαι τὸν Καλλίαν. δʼ ἠρώτα τίνος εἴη τὸ παιδίον· ἔλεγονΚαλλίου τοῦ Ἱππονίκου.” “ἐγώ εἰμι οὗτος.” “καὶ ἔστι γε σὸν τὸ παιδίον.” λαβόμενος τοῦ βωμοῦ ὤμοσεν μὴν μὴ εἶναί <οἱ> note υἱὸν ἄλλον μηδὲ γενέσθαι πώποτε, εἰ μὴ Ἱππόνικον ἐκ τῆς Γλαύκωνος θυγατρός· ἐξώλη εἶναι καὶ αὐτὸν καὶ τὴν οἰκίαν, ὥσπερ ἔσται.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.122 Andoc. 1.125 (English) >>Andoc. 1.128

Powered by PhiloLogic