Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.15 Andoc. 1.18 (English) >>Andoc. 1.21

1.17ἔτι μήνυσις ἐγένετο μία. Λυδὸς Φερεκλέους τοῦ Θημακέως ἐμήνυσε μυστήρια γίγνεσθαι ἐν τῇ οἰκίᾳ Φερεκλέους τοῦ δεσπότου τοῦ ἑαυτοῦ, ἐν Θημακῷ· καὶ ἀπογράφει τούς τε ἄλλους, καὶ τὸν πατέρα ἔφη τὸν ἐμὸν παρεῖναι μέν, καθεύδειν δὲ ἐγκεκαλυμμένον. Σπεύσιππος δὲ βουλεύων note παραδίδωσιν αὐτοὺς τῷ δικαστηρίῳ. κἄπειτα πατὴρ καταστήσας ἐγγυητὰς ἐγράψατο τὸν Σπεύσιππον παρανόμων, καὶ ἠγωνίσατο ἐν ἑξακισχιλίοις Ἀθηναίων, καὶ μετέλαβε δικαστῶν τοσούτων οὐδὲ διακοσίας ψήφους Σπεύσιππος. δὲ πείσας καὶ δεόμενος μεῖναι τὸν πατέρα ἐγὼ ἦν μάλιστα, εἶτα δὲ καὶ οἱ ἄλλοι συγγενεῖς. 1.18καί μοι κάλει Καλλίαν καὶ Στέφανον noteκάλει δὲ καὶ Φίλιππον καὶ Ἀλέξιππον· οὗτοι γάρ εἰσιν Ἀκουμενοῦ καὶ Αὐτοκράτορος συγγενεῖς, οἳ ἔφυγον note ἐπὶ τῇ Λυδοῦ μηνύσει· τοῦ μὲν ἀδελφιδοῦς ἐστιν Αὐτοκράτωρ, τοῦ δὲ θεῖος Ἀκουμενός· οἷς προσήκει μισεῖν μὲν τὸν ἐξελάσαντα ἐκείνους, εἰδέναι δὲ μάλιστα διʼ ὅντινα ἔφυγον. note βλέπετε εἰς τούτους, καὶ μαρτυρεῖτε εἰ ἀληθῆ λέγω.Μάρτυρες

1.19τὰ μὲν γενόμενα note ἠκούσατε, ἄνδρες, καὶ ὑμῖν note οἱ μάρτυρες μεμαρτυρήκασιν· δὲ οἱ κατήγοροι ἐτόλμησαν εἰπεῖν, ἀναμνήσθητε. οὕτω note γὰρ καὶ δίκαιον ἀπολογεῖσθαι, ἀναμιμνῄσκοντα note τοὺς τῶν κατηγόρων λόγους ἐξελέγχειν. ἔλεξαν γὰρ ὡς ἐγὼ μηνύσαιμι περὶ τῶν μυστηρίων, ἀπογράψαιμί τε τὸν πατέρα τὸν ἐμαυτοῦ παρόντα, καὶ γενοίμην μηνυτὴς κατὰ τοῦ πατρὸς τοῦ ἐμαυτοῦ, λόγον οἶμαι πάντων δεινότατόν τε note καὶ ἀνοσιώτατον λέγοντες. μὲν γὰρ ἀπογράψας αὐτὸν Λυδὸς ἦν Φερεκλέους, δὲ πείσας ὑπομεῖναι καὶ μὴ οἴχεσθαι φεύγοντα ἐγώ, πολλὰ ἱκετεύσας καὶ λαμβανόμενος τῶν γονάτων.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.15 Andoc. 1.18 (English) >>Andoc. 1.21

Powered by PhiloLogic