Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.34 Andoc. 1.37 (English) >>Andoc. 1.40

1.36ἐπειδὴ δὲ ταῦτα ἐγένετο, Πείσανδρος καὶ Χαρικλῆς, ὄντες μὲν τῶν ζητητῶν, δοκοῦντες δʼ ἐν ἐκείνῳ τῷ χρόνῳ εὐνούστατοι εἶναι τῷ δήμῳ, ἔλεγον ὡς εἴη τὰ ἔργα τὰ γεγενημένα οὐκ ὀλίγων ἀνδρῶν ἀλλʼ ἐπὶ τῇ τοῦ δήμου καταλύσει, καὶ χρῆναι ἐπιζητεῖν note καὶ μὴ παύσασθαι. καὶ πόλις οὕτω διέκειτο, ὥστʼ ἐπειδὴ τὴν βουλὴν εἰς τὸ βουλευτήριον κῆρυξ ἀνείποι note ἰέναι καὶ τὸ σημεῖον καθέλοι, τῷ αὐτῷ σημείῳ μὲν βουλὴ εἰς τὸ βουλευτήριον ᾔει, οἱ δʼ ἐκ τῆς ἀγορᾶς ἔφευγον, note δεδιότες εἷς ἕκαστος μὴ συλληφθείη.

1.37ἐπαρθεὶς οὖν τοῖς τῆς πόλεως κακοῖς εἰσαγγέλλει Διοκλείδης note εἰς τὴν βουλήν, φάσκων εἰδέναι τοὺς περικόψαντας τοὺς Ἑρμᾶς, καὶ εἶναι αὐτοὺς εἰς τριακοσίους· ὡς δʼ ἴδοι καὶ περιτύχοι τῷ πράγματι, ἔλεγε. καὶ τούτοις, ἄνδρες, δέομαι ὑμῶν προσέχοντας τὸν νοῦν ἀναμιμνῄσκεσθαι, ἐὰν ἀληθῆ λέγω, καὶ διδάσκειν ἀλλήλους· ἐν ὑμῖν γὰρ ἦσαν οἱ λόγοι, καί μοι ὑμεῖς τούτων μάρτυρές ἐστε.

1.38ἔφη γὰρ εἶναι μὲν ἀνδράποδόν οἱ ἐπὶ Λαυρείῳ, δεῖν δὲ κομίσασθαι ἀποφοράν. ἀναστὰς δὲ πρῲ ψευσθεὶς τῆς ὥρας βαδίζειν· εἶναι δὲ πανσέληνον. ἐπεὶ δὲ παρὰ τὸ προπύλαιον τοῦ Διονύσου ἦν, ὁρᾶν ἀνθρώπους πολλοὺς ἀπὸ τοῦ ᾠδείου καταβαίνοντας εἰς τὴν ὀρχήστραν· δείσας δὲ αὐτούς, εἰσελθὼν ὑπὸ τὴν σκιὰν καθέζεσθαι μεταξὺ τοῦ κίονος καὶ τῆς στήλης ἐφʼ στρατηγός ἐστιν χαλκοῦς. ὁρᾶν δὲ ἀνθρώπους τὸν μὲν ἀριθμὸν μάλιστα note τριακοσίους, ἑστάναι δὲ κύκλῳ ἀνὰ πέντε καὶ δέκα ἄνδρας, τοὺς δὲ ἀνὰ εἴκοσιν· ὁρῶν δὲ αὐτῶν πρὸς τὴν σελήνην τὰ πρόσωπα τῶν πλείστων note γιγνώσκειν.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.34 Andoc. 1.37 (English) >>Andoc. 1.40

Powered by PhiloLogic