Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.44 Andoc. 1.46 (English) >>Andoc. 1.50

1.45 δὲ βουλὴ ἐξελθοῦσα ἐν ἀπορρήτῳ συνέλαβεν ἡμᾶς καὶ ἔδησεν ἐν τοῖς ξύλοις. ἀνακαλέσαντες δὲ τοὺς στρατηγοὺς ἀνειπεῖν ἐκέλευσαν Ἀθηναίων τοὺς μὲν ἐν ἄστει οἰκοῦντας ἰέναι εἰς τὴν ἀγορὰν τὰ ὅπλα λαβόντας, τοὺς δʼ ἐν μακρῷ τείχει εἰς τὸ Θησεῖον, τοὺς δʼ ἐν Πειραιεῖ εἰς τὴν Ἱπποδαμείαν ἀγοράν, τοὺς δʼ ἱππέας ἔτι <πρὸ> note νυκτὸς σημῆναι τῇ σάλπιγγι ἥκειν εἰς τὸ Ἀνάκειον, τὴν δὲ βουλὴν εἰς ἀκρόπολιν ἰέναι κἀκεῖ καθεύδειν, τοὺς δὲ πρυτάνεις ἐν τῇ θόλῳ. Βοιωτοὶ δὲ πεπυσμένοι τὰ πράγματα ἐπὶ τοῖς ὁρίοις ἦσαν ἐξεστρατευμένοι. τὸν δὲ τῶν κακῶν τούτων αἴτιον Διοκλείδην ὡς σωτῆρα ὄντα τῆς πόλεως ἐπὶ ζεύγους ἦγον εἰς τὸ πρυτανεῖον στεφανώσαντες, note καὶ ἐδείπνει ἐκεῖ.

1.46πρῶτον μὲν οὖν ταῦτα, ἄνδρες, ὁπόσοι ὑμῶν παρῆσαν, ἀναμιμνῄσκεσθε καὶ τοὺς ἄλλους διδάσκετε· εἶτα δέ μοι τοὺς πρυτάνεις κάλει τοὺς τότε πρυτανεύσαντας, Φιλοκράτη καὶ τοὺς ἄλλους.Μάρτυρες

1.47φέρε δή, καὶ τὰ ὀνόματα ὑμῖν ἀναγνώσομαι τῶν ἀνδρῶν ὧν ἀπέγραψεν, ἵνʼ εἰδῆτε ὅσους μοι τῶν συγγενῶν ἀπώλλυεν, πρῶτον μὲν τὸν πατέρα, εἶτα δὲ τὸν κηδεστήν, τὸν μὲν συνειδότα ἀποδεικνύς, τοῦ δʼ ἐν τῇ οἰκίᾳ φάσκων τὴν σύνοδον γενέσθαι. τῶν δʼ ἄλλων ἀκούσεσθε τὰ ὀνόματα. καὶ αὐτοῖς ἀναγίγνωσκε.Χαρμίδης Ἀριστοτέλους.οὗτος ἀνεψιὸς ἐμός· μήτηρ <> note ἐκείνου καὶ πατὴρ ἐμὸς ἀδελφοί.Ταυρέας.οὑτοσὶ ἀνεψιὸς τοῦ πατρός.Νισαῖος.υἱὸς Ταυρέου.Καλλίας Ἀλκμέωνος.ἀνεψιὸς τοῦ πατρός.Εὔφημος.Καλλίου τοῦ Τηλοκλέους ἀδελφός.Φρύνιχος Ὀρχησαμενοῦ. note ἀνεψιός.Εὐκράτης. Νικίου ἀδελφός. note κηδεστὴς οὗτος Καλλίου.Κριτίας.ἀνεψιὸς note καὶ οὗτος τοῦ πατρός· αἱ μητέρες ἀδελφαί.

τούτους πάντας ἐν τοῖς τετταράκοντα ἀνδράσιν ἀπέγραψεν. note



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.44 Andoc. 1.46 (English) >>Andoc. 1.50

Powered by PhiloLogic