Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.51 Andoc. 1.54 (English) >>Andoc. 1.58

1.53οὓς εἰκὸς ἦν ἁπάντων μάλιστα δοκεῖν εἶναι τούτων τῶν ἀνδρῶν οὓς ἐμήνυσε Διοκλείδης, φίλους ὄντας τῶν ἀπολωλότων ἤδη. καὶ τοῖς μὲν οὐδέπω βέβαιος ἦν σωτηρία, τοῖς δὲ ἐμοῖς οἰκείοις φανερὸς <> note ὄλεθρος, εἰ μή τις ἐρεῖ Ἀθηναίοις τὰ γενόμενα. ἐδόκει οὖν μοι κρεῖττον εἶναι τέτταρας ἄνδρας ἀποστερῆσαι τῆς πατρίδος δικαίως, οἳ νῦν ζῶσι καὶ κατεληλύθασι καὶ ἔχουσι τὰ σφέτερα αὐτῶν, ἐκείνους ἀποθανόντας ἀδίκως περιιδεῖν.

1.54εἰ οὖν τινι ὑμῶν, ἄνδρες, <> note τῶν ἄλλων πολιτῶν γνώμη τοιαύτη παρειστήκει πρότερον περὶ ἐμοῦ, ὡς ἄρα ἐγὼ ἐμήνυσα κατὰ τῶν ἑταίρων τῶν ἐμαυτοῦ, ὅπως ἐκεῖνοι μὲν ἀπόλοιντο, ἐγὼ δὲ σωθείην ἐλογοποίουν οἱ ἐχθροὶ περὶ ἐμοῦ, βουλόμενοι διαβάλλειν μεσκοπεῖσθε ἐξ αὐτῶν τῶν γεγενημένων. 1.55νῦν γὰρ ἐμὲ μὲν λόγον δεῖ δοῦναι note τῶν ἐμοὶ πεπραγμένων μετὰ τῆς ἀληθείας, αὐτῶν παρόντων οἵπερ ἥμαρτον καὶ ἔφυγον ταῦτα ποιήσαντες, ἴσασι δὲ ἄριστα εἴτε ψεύδομαι εἴτε ἀληθῆ λέγω, ἔξεστι δὲ αὐτοῖς ἐλέγχειν με ἐν τῷ ἐμῷ λόγῳ· ἐγὼ γὰρ ἐφίημι· ὑμᾶς δὲ δεῖ μαθεῖν τὰ γενόμενα. 1.56ἐμοὶ γάρ, ἄνδρες, τοῦδε τοῦ ἀγῶνος τοῦτʼ ἔστι μέγιστον, σωθέντι μὴ δοκεῖν κακῷ εἶναι, <ἀλλὰ πρῶτον μὲν ὑμᾶς, note> εἶτα δὲ καὶ τοὺς ἄλλους ἅπαντας μαθεῖν ὅτι οὔτε μετὰ κακίας οὔτε μετʼ ἀνανδρίας οὐδεμιᾶς τῶν γεγενημένων πέπρακται ὑπʼ ἐμοῦ οὐδέν, ἀλλὰ διὰ συμφορὰν γεγενημένην μάλιστα μὲν τῇ πόλει, εἶτα <δὲ> note καὶ ἡμῖν, εἶπον δὲ ἤκουσα Εὐφιλήτου προνοίᾳ μὲν τῶν συγγενῶν καὶ τῶν φίλων, προνοίᾳ δὲ τῆς πόλεως ἁπάσης, μετʼ ἀρετῆς ἀλλʼ οὐ μετὰ κακίας, ὡς ἐγὼ νομίζω. εἰ οὖν οὕτως ἔχει ταῦτα, σῴζεσθαί τε ἀξιῶ καὶ δοκεῖν ὑμῖν εἶναι μὴ κακός.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.51 Andoc. 1.54 (English) >>Andoc. 1.58

Powered by PhiloLogic