Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.54 Andoc. 1.57 (English) >>Andoc. 1.60

1.56ἐμοὶ γάρ, ἄνδρες, τοῦδε τοῦ ἀγῶνος τοῦτʼ ἔστι μέγιστον, σωθέντι μὴ δοκεῖν κακῷ εἶναι, <ἀλλὰ πρῶτον μὲν ὑμᾶς, note> εἶτα δὲ καὶ τοὺς ἄλλους ἅπαντας μαθεῖν ὅτι οὔτε μετὰ κακίας οὔτε μετʼ ἀνανδρίας οὐδεμιᾶς τῶν γεγενημένων πέπρακται ὑπʼ ἐμοῦ οὐδέν, ἀλλὰ διὰ συμφορὰν γεγενημένην μάλιστα μὲν τῇ πόλει, εἶτα <δὲ> note καὶ ἡμῖν, εἶπον δὲ ἤκουσα Εὐφιλήτου προνοίᾳ μὲν τῶν συγγενῶν καὶ τῶν φίλων, προνοίᾳ δὲ τῆς πόλεως ἁπάσης, μετʼ ἀρετῆς ἀλλʼ οὐ μετὰ κακίας, ὡς ἐγὼ νομίζω. εἰ οὖν οὕτως ἔχει ταῦτα, σῴζεσθαί τε ἀξιῶ καὶ δοκεῖν ὑμῖν εἶναι μὴ κακός.

1.57φέρε δήχρὴ γάρ, ἄνδρες, ἀνθρωπίνως περὶ τῶν πραγμάτων ἐκλογίζεσθαι, ὥσπερ ἂν αὐτὸν ὄντα ἐν τῇ συμφορᾷτί ἂν ὑμῶν ἕκαστος ἐποίησεν; εἰ μὲν γὰρ ἦν δυοῖν τὸ ἕτερον ἑλέσθαι, καλῶς ἀπολέσθαι αἰσχρῶς σωθῆναι, ἔχοι ἄν τις εἰπεῖν κακίαν εἶναι τὰ γενόμενα note· καίτοι πολλοὶ ἂν καὶ τοῦτο εἵλοντο, τὸ ζῆν περὶ πλείονος ποιησάμενοι τοῦ καλῶς ἀποθανεῖν· 1.58ὅπου δὲ τούτων τὸ ἐναντιώτατον ἦν, σιωπήσαντι μὲν αὐτῷ τε αἴσχιστα ἀπολέσθαι μηδὲν ἀσεβήσαντι, ἔτι δὲ τὸν πατέρα περιιδεῖν ἀπολόμενον καὶ τὸν κηδεστὴν καὶ τοὺς συγγενεῖς καὶ ἀνεψιοὺς τοσούτους, οὓς οὐδεὶς ἄλλος ἀπώλλυεν ἐγὼ μὴ εἰπὼν ὡς ἕτεροι ἥμαρτον. Διοκλείδης μὲν γὰρ ψευσάμενος ἔδησεν αὐτούς, σωτηρία δὲ αὐτῶν ἄλλη οὐδεμία ἦν πυθέσθαι Ἀθηναίους πάντα τὰ πραχθέντα· φονεὺς οὖν αὐτῶν ἐγιγνόμην ἐγὼ μὴ εἰπὼν ὑμῖν ἤκουσα. ἔτι δὲ τριακοσίους Ἀθηναίων ἀπώλλυον, καὶ πόλις ἐν κακοῖς τοῖς μεγίστοις ἐγίγνετο.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.54 Andoc. 1.57 (English) >>Andoc. 1.60

Powered by PhiloLogic