Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.60 Andoc. 1.63 (English) >>Andoc. 1.67

1.62αἰσθόμενος δʼ Εὐφίλητος ὡς ἔχοιμι, λέγει πρὸς αὐτοὺς ὅτι πέπεισμαι ταῦτα συμποιεῖν καὶ ὡμολόγηκα αὐτῷ note μεθέξειν τοῦ ἔργου καὶ περικόψειν τὸν Ἑρμῆν τὸν παρὰ τὸ Φορβαντεῖον. ταῦτα δʼ ἔλεγεν ἐξαπατῶν ἐκείνους· καὶ διὰ ταῦτα Ἑρμῆς ὃν ὁρᾶτε πάντες, παρὰ τὴν πατρῴαν οἰκίαν τὴν ἡμετέραν, ὃν Αἰγῂς ἀνέθηκεν, οὐ περιεκόπη μόνος τῶν Ἑρμῶν τῶν Ἀθήνησιν, ὡς ἐμοῦ τοῦτο ποιήσοντος, note ὡς ἔφη πρὸς αὐτοὺς Εὐφίλητος.

1.63οἱ δʼ αἰσθόμενοι δεινὰ ἐποίουν, ὅτι εἰδείην μὲν τὸ πρᾶγμα, πεποιηκὼς δὲ οὐκ εἴην. προσελθόντες δέ μοι τῇ ὑστεραίᾳ Μέλητος καὶ Εὐφίλητος ἔλεγον ὅτιγεγένηται, Ἀνδοκίδη, καὶ πέπρακται ἡμῖν ταῦτα. σὺ μέντοι εἰ μὲν ἀξιοῖς ἡσυχίαν ἔχειν καὶ σιωπᾶν, ἕξεις ἡμᾶς ἐπιτηδείους ὥσπερ καὶ πρότερον· εἰ δὲ μή, χαλεπώτεροί σοι ἡμεῖς ἐχθροὶ ἐσόμεθα ἄλλοι τινὲς διʼ ἡμᾶς φίλοι.” 1.64εἶπον αὐτοῖς ὅτι νομίζοιμι μὲν διὰ τὸ πρᾶγμα Εὐφίλητον πονηρὸν εἶναι, ἐκείνοις δὲ οὐκ ἐμὲ δεινὸν εἶναι, ὅτι οἶδα, ἀλλὰ μᾶλλον αὐτὸ τὸ ἔργον πολλῷ, ὅτι πεποίηται.

ὡς οὖν ἦν ταῦτʼ ἀληθῆ, τόν τε παῖδα τὸν ἐμὸν παρέδωκα βασανίσαι, ὅτι ἔκαμνον καὶ οὐδʼ ἀνιστάμην ἐκ τῆς κλίνης, καὶ τὰς θεραπαίνας ἔλαβον οἱ πρυτάνεις, ὅθεν ὁρμώμενοι ταῦτʼ ἐποίουν ἐκεῖνοι. 1.65ἐξελέγχοντες δὲ τὸ πρᾶγμα τε βουλὴ καὶ οἱ ζητηταί, ἐπειδὴ ἦν ἐγὼ ἔλεγον καὶ ὡμολογεῖτο πανταχόθεν, τότε δὴ καλοῦσι τὸν Διοκλείδην· καὶ οὐ πολλῶν λόγων ἐδέησεν, ἀλλʼ εὐθὺς ὡμολόγει ψεύδεσθαι, καὶ ἐδεῖτο σῴζεσθαι φράσας τοὺς πείσαντας αὐτὸν λέγειν ταῦτα· εἶναι δὲ Ἀλκιβιάδην τὸν Φηγούσιον καὶ Ἀμίαντον τὸν ἐξ Αἰγίνης.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.60 Andoc. 1.63 (English) >>Andoc. 1.67

Powered by PhiloLogic