Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.5 Andoc. 1.8 (English) >>Andoc. 1.10

1.7ἔτι δὲ καὶ τόδε ἐνθυμητέον, ὅτι πολλοὶ ἤδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθησαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑμᾶς πολὺ ἂν ἥδιον δίκην λαβεῖν παρὰ τῶν κατηγόρων παρὰ τῶν κατηγορουμένων· οἱ δὲ αὖ, μαρτυρήσαντες τὰ ψευδῆ ἀδίκως ἀνθρώπους ἀπολέσαντες, ἑάλωσαν παρʼ ὑμῖν ψευδομαρτυρίων, ἡνίκʼ οὐδὲν ἦν ἔτι πλέον τοῖς πεπονθόσιν. ὁπότʼ οὖν ἤδη πολλὰ τοιαῦτα γεγένηται, note εἰκὸς ὑμᾶς ἐστι μήπω τοὺς τῶν κατηγόρων λόγους πιστοὺς ἡγεῖσθαι. εἰ μὲν γὰρ δεινὰ κατηγόρηται μή, οἷόν τε γνῶναι ἐκ τῶν τοῦ κατηγόρου λόγων· εἰ δὲ ἀληθῆ ταῦτά ἐστιν ψευδῆ, οὐχ οἷόν τε ὑμᾶς πρότερον εἰδέναι πρὶν ἂν καὶ ἐμοῦ ἀκούσητε ἀπολογουμένου.

1.8σκοπῶ μὲν οὖν ἔγωγε, ἄνδρες, πόθεν χρὴ ἄρξασθαι τῆς ἀπολογίας, πότερον ἐκ τῶν τελευταίων λόγων, ὡς παρανόμως με ἐνέδειξαν, περὶ τοῦ ψηφίσματος τοῦ Ἰσοτιμίδου, ὡς ἄκυρόν ἐστιν, περὶ τῶν νόμων καὶ τῶν ὅρκων τῶν γεγενημένων, εἴτε καὶ ἐξ ἀρχῆς ὑμᾶς διδάξω τὰ γεγενημένα. δέ με ποιεῖ μάλιστʼ ἀπορεῖν, ἐγὼ ὑμῖν ἐρῶ, ὅτι οὐ πάντες ἴσως ἐπὶ πᾶσι τοῖς κατηγορουμένοις ὁμοίως ὀργίζεσθε, ἀλλʼ ἕκαστός τι ὑμῶν ἔχει πρὸς βούλοιτο ἄν με πρῶτον ἀπολογεῖσθαι· ἅμα δὲ περὶ πάντων εἰπεῖν ἀδύνατον. κράτιστον οὖν μοι εἶναι δοκεῖ ἐξ ἀρχῆς ὑμᾶς διδάσκειν πάντα τὰ γενόμενα καὶ παραλείπειν μηδέν. ἂν γὰρ ὀρθῶς μάθητε τὰ πραχθέντα, ῥᾳδίως γνώσεσθʼ μου κατεψεύσαντο οἱ κατήγοροι.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.5 Andoc. 1.8 (English) >>Andoc. 1.10

Powered by PhiloLogic