Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.81 Andoc. 1.84 (English) >>Andoc. 1.87

1.83<Ψήφισμα> note
ἔδοξε τῷ δήμῳ, Τεισαμενὸς εἶπε· πολιτεύεσθαι Ἀθηναίους κατὰ τὰ πάτρια, νόμοις δὲ χρῆσθαι τοῖς Σόλωνος, καὶ μέτροις καὶ σταθμοῖς, χρῆσθαι δὲ καὶ τοῖς Δράκοντος θεσμοῖς, οἷσπερ ἐχρώμεθα ἐν τῷ πρόσθεν χρόνῳ ὁπόσων δʼ ἂν προσδέῃ, note οἵδε ᾑρημένοι νομοθέται ὑπὸ τῆς βουλῆς ἀναγράφοντες ἐν σανίσιν ἐκτιθέντων πρὸς τοὺς ἐπωνύμους, σκοπεῖν τῷ βουλομένῳ, καὶ παραδιδόντων ταῖς ἀρχαῖς ἐν τῷδε τῷ μηνί.
1.84τοὺς δὲ παραδιδομένους νόμους δοκιμασάτω πρότερον βουλὴ καὶ οἱ νομοθέται οἱ πεντακόσιοι, οὓς οἱ δημόται εἵλοντο, ἐπειδὰν ὀμωμόκωσιν note· ἐξεῖναι δὲ καὶ ἰδιώτῃ τῷ βουλομένῳ, εἰσιόντι εἰς τὴν βουλὴν συμβουλεύειν τι ἂν ἀγαθὸν ἔχῃ περὶ τῶν νόμων. ἐπειδὰν δὲ τεθῶσιν οἱ νόμοι, ἐπιμελείσθω βουλὴ ἐξ Ἀρείου πάγου τῶν νόμων, ὅπως ἂν αἱ ἀρχαὶ τοῖς κειμένοις νόμοις χρῶνται. τοὺς δὲ κυρουμένους τῶν νόμων ἀναγράφειν εἰς τὸν τοῖχον, ἵνα περ πρότερον ἀνεγράφησαν, σκοπεῖν τῷ βουλομένῳ.

1.85ἐδοκιμάσθησαν μὲν οὖν οἱ νόμοι, ἄνδρες, κατὰ τὸ ψήφισμα τουτί, τοὺς δὲ κυρωθέντας ἀνέγραψαν εἰς τὴν στοάν. ἐπειδὴ <δʼ> note ἀνεγράφησαν, ἐθέμεθα νόμον, πάντες χρῆσθε. καί μοι ἀνάγνωθι τὸν νόμον.Νόμος
ἀγράφῳ δὲ νόμῳ τὰς ἀρχὰς μὴ χρῆσθαι μηδὲ περὶ ἑνός.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.81 Andoc. 1.84 (English) >>Andoc. 1.87

Powered by PhiloLogic