Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.150 Andoc. 2.1 (English) >>Andoc. 2.5

Περὶ τῆς ἑαυτοῦ καθόδου

2.1εἰ μέν, ἄνδρες, ἐν ἑτέρῳ τῳ πράγματι οἱ παριόντες μὴ τὴν αὐτὴν γνώμην ἔχοντες πάντες ἐφαίνοντο, οὐδὲν ἂν θαυμαστὸν ἐνόμιζον· ὅπου μέντοι δεῖ τὴν πόλιν ἐμέ τι ποιῆσαι ἀγαθόν, εἴ τις ἕτερος note βούλοιτο ἐμοῦ κακίων, δεινότατον ἁπάντων χρημάτων ἡγοῦμαι, εἰ τῷ μὲν δοκεῖ ταῦτα τῷ δὲ μή, ἀλλὰ μὴ πᾶσιν ὁμοίως. εἴπερ γὰρ πόλις ἁπάντων τῶν πολιτευομένων κοινή ἐστι, καὶ τὰ γιγνόμενα δήπου ἀγαθὰ τῇ πόλει κοινά ἐστι.

2.2τουτὶ τοίνυν τὸ μέγα καὶ δεινὸν πάρεστιν ὑμῖν ὁρᾶν τοὺς μὲν ἤδη πράττοντας, τοὺς δὲ τάχα μέλλοντας· καί μοι μέγιστον θαῦμα παρέστηκε, τί ποτε οὗτοι οἱ ἄνδρες δεινῶς οὕτω περικάονται, εἴ τι ὑμᾶς χρὴ ἀγαθὸν ἐμοῦ ἐπαυρέσθαι. δεῖ γὰρ αὐτοὺς ἤτοι ἀμαθεστάτους εἶναι πάντων ἀνθρώπων, τῇ πόλει ταύτῃ δυσμενεστάτους. εἰ μέν γε νομίζουσι τῆς πόλεως εὖ πραττούσης καὶ τὰ ἴδια σφῶν αὐτῶν ἄμεινον ἂν φέρεσθαι, ἀμαθέστατοί εἰσι τὰ ἐναντία νῦν τῇ ἑαυτῶν ὠφελείᾳ σπεύδοντες· 2.3εἰ δὲ μὴ ταὐτὰ ἡγοῦνται σφίσι τε αὐτοῖς συμφέρειν καὶ τῷ ὑμετέρῳ κοινῷ, δυσμενεῖς ἂν τῇ πόλει εἶεν· οἵτινες εἰσαγγείλαντός μου ἀπόρρητα εἰς τὴν βουλὴν περὶ τῶν πραγμάτων, ὧν ἀποτελεσθέντων οὐκ εἰσὶ τῇ πόλει ταύτῃ μείζονες ὠφέλειαι, καὶ τούτων ἀποδεικνύντος μου τοῖς βουλευταῖς σαφεῖς τε καὶ βεβαίους τὰς ἀποδείξεις, ἐκεῖ μὲν οὔτε τούτων τῶν ἀνδρῶν οἱ παραγενόμενοι ἐλέγχοντες note οἷοί τʼ ἦσαν ἀποδεῖξαι εἴ τι μὴ ὀρθῶς ἐλέγετο, οὔτʼ ἄλλος οὐδείς, ἐνθάδε δὲ νῦν πειρῶνται διαβάλλειν.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 1.150 Andoc. 2.1 (English) >>Andoc. 2.5

Powered by PhiloLogic