Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 2.5 Andoc. 2.8 (English) >>Andoc. 2.11

2.7ὃς εἰς τοσοῦτον ἦλθον δυσδαιμονίας, εἴτε χρὴ εἰπεῖν νεότητί τε καὶ ἀνοίᾳ τῇ ἐμαυτοῦ, note εἴτε καὶ δυνάμει τῶν πεισάντων με ἐλθεῖν εἰς τοιαύτην συμφορὰν τῶν φρενῶν, ὥστʼ ἀνάγκην μοι γενέσθαι δυοῖν κακοῖν τοῖν μεγίστοιν θάτερον ἑλέσθαι, μὴ βουληθέντι note κατειπεῖν τοὺς ταῦτα ποιήσαντας οὐ περὶ ἐμοῦ μόνου ὀρρωδεῖν, εἴ τι ἔδει παθεῖν, ἀλλὰ καὶ τὸν πατέρα οὐδὲν ἀδικοῦντα σὺν ἐμαυτῷ ἀποκτεῖναιὅπερ ἀνάγκη παθεῖν ἦν αὐτῷ, εἰ ἐγὼ μὴ ἐβουλόμην ταῦτα ποιῆσαι κατειπόντι τὰ γεγενημένα αὐτὸν μὲν ἀφεθέντα μὴ τεθνάναι, τοῦ δὲ ἐμαυτοῦ πατρὸς μὴ φονέα γενέσθαι. τί δʼ ἂν οὐ πρό γε τούτου τολμήσειεν ἄνθρωπος ποιῆσαι;

2.8ἐγὼ τοίνυν ἐκ τῶν παρόντων εἱλόμην ταῦτα, ἐμοὶ μὲν λύπας ἐπὶ χρόνον πλεῖστον οἴσειν ἔμελλεν, ὑμῖν δὲ ταχίστην τοῦ παρόντος τότε κακοῦ μετάστασιν. ἀναμνήσθητε δὲ ἐν οἵῳ κινδύνῳ τε καὶ ἀμηχανίᾳ καθέστατε, καὶ ὅτι οὕτω σφόδρα σφᾶς αὐτοὺς ἐπεφόβησθε, ὥστʼ οὐδʼ εἰς τὴν ἀγορὰν ἔτι ἐξῇτε, ἕκαστος ὑμῶν οἰόμενος συλληφθήσεσθαι. ταῦτα τοίνυν ὥστε μὲν γενέσθαι τοιαῦτα, πολλοστὸν δή τι ἐγὼ μέρος τῆς αἰτίας ηὑρέθην ἔχων, ὥστε μέντοι παυθῆναι, ἐγὼ εἷς ὢν μόνος αἴτιος. 2.9καὶ ὅμως τό γε δυστυχέστατος εἶναι ἀνθρώπων οὐδαμῇ ἐκφεύγω, ὅτε δὴ προαγομένης μὲν τῆς πόλεως ἐπὶ ταύτας τὰς συμφορὰς οὐδεὶς ἐμοῦ ἤρχετο γίγνεσθαι δυσδαιμονέστερος, μεθισταμένης δὲ πάλιν εἰς τὸ ἀσφαλὲς ἁπάντων ἐγὼ ἀθλιώτατος. ὄντων γὰρ κακῶν τοσούτων τῇ πόλει ἀδύνατον ἦν ταῦτα ἰαθῆναι ἄλλως τῷ ἐμῷ αἰσχρῷ, ὥστʼ ἐν αὐτῷ note ἐγὼ κακῶς ἔπραττον, ἐν τούτῳ ὑμᾶς σῴζεσθαι. χάριν οὖν εἰκός με, οὐ μῖσος τῷ δυστυχήματι τούτῳ φέρεσθαι παρʼ ὑμῶν.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 2.5 Andoc. 2.8 (English) >>Andoc. 2.11

Powered by PhiloLogic