Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 2 Andoc. 3 (English) >>Andoc. 4

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

3.1ὅτι μὲν εἰρήνην ποιεῖσθαι δικαίαν ἄμεινόν ἐστιν πολεμεῖν, δοκεῖτέ μοι, Ἀθηναῖοι, πάντες γιγνώσκειν· ὅτι δὲ οἱ ῥήτορες τῷ μὲν ὀνόματι τῆς εἰρήνης συγχωροῦσι, τοῖς δʼ ἔργοις ἀφʼ ὧν ἂν εἰρήνη note γένοιτο ἐναντιοῦνται, τοῦτο δὲ οὐ πάντες αἰσθάνεσθε. λέγουσι γὰρ ὡς ἔστι δεινότατον τῷ δήμῳ, γενομένης εἰρήνης, νῦν οὖσα πολιτεία μὴ καταλυθῇ.

3.2εἰ μὲν οὖν μηδεπώποτε πρότερον δῆμος τῶν note Ἀθηναίων εἰρήνην ἐποιήσατο πρὸς Λακεδαιμονίους, εἰκότως ἂν ἐφοβούμεθα αὐτὸ διά τε τὴν ἀπειρίαν τοῦ ἔργου διά τε τὴν ἐκείνων ἀπιστίαν· ὅπου δὲ πολλάκις ἤδη πρότερον εἰρήνην ἐποιήσασθε note δημοκρατούμενοι, πῶς οὐκ εἰκὸς ὑμᾶς πρῶτον ἐκεῖνα σκέψασθαι τὰ τότε γενόμενα; χρὴ γάρ, Ἀθηναῖοι, τεκμηρίοις χρῆσθαι τοῖς πρότερον γενομένοις περὶ τῶν μελλόντων ἔσεσθαι.

3.3ἡνίκα τοίνυν ἦν μὲν πόλεμος ἡμῖν ἐν Εὐβοίᾳ, Μέγαρα δὲ εἴχομεν καὶ Πηγὰς καὶ Τροζῆνα, εἰρήνης ἐπεθυμήσαμεν, καὶ Μιλτιάδην τὸν Κίμωνος ὠστρακισμένον καὶ ὄντα ἐν Χερρονήσῳ κατεδεξάμεθα διʼ αὐτὸ τοῦτο, πρόξενον ὄντα Λακεδαιμονίων, ὅπως πέμψαιμεν note εἰς Λακεδαίμονα προκηρυκευσόμενον περὶ σπονδῶν. 3.4καὶ τότε ἡμῖν εἰρήνη ἐγένετο πρὸς Λακεδαιμονίους ἔτη πεντήκοντα, note καὶ ἐνεμείναμεν ἀμφότεροι ταύταις ταῖς σπονδαῖς ἔτη τριακαίδεκα. ἓν δὴ τοῦτο, Ἀθηναῖοι, πρῶτον σκεψώμεθα. ἐν ταύτῃ τῇ εἰρήνῃ δῆμος τῶν note Ἀθηναίων ἔσθʼ ὅπου κατελύθη; οὐδεὶς ἀποδείξει. ἀγαθὰ δὲ ὅσα ἐγένετο διὰ ταύτην τὴν εἰρήνην, ἐγὼ ὑμῖν note φράσω. 3.5πρῶτον μὲν τὸν Πειραιᾶ note ἐτειχίσαμεν ἐν τούτῳ τῷ χρόνῳ, εἶτα τὸ μακρὸν τεῖχος τὸ βόρειον· ἀντὶ δὲ τῶν τριήρων αἳ τότε ἡμῖν ἦσαν παλαιαὶ καὶ ἄπλοι, αἷς βασιλέα καὶ τοὺς βαρβάρους note καταναυμαχήσαντες ἠλευθερώσαμεν τοὺς Ἕλληνας, ἀντὶ τούτων τῶν νεῶν ἑκατὸν τριήρεις ἐναυπηγησάμεθα, καὶ πρῶτον τότε τριακοσίους ἱππέας κατεστησάμεθα καὶ τοξότας τριακοσίους Σκύθας ἐπριάμεθα. καὶ note ταῦτα ἐκ τῆς εἰρήνης τῆς πρὸς Λακεδαιμονίους ἀγαθὰ τῇ πόλει καὶ δύναμις τῷ δήμῳ τῷ note Ἀθηναίων ἐγένετο.

3.6μετὰ δὲ ταῦτα διʼ Αἰγινήτας εἰς πόλεμον κατέστημεν, καὶ πολλὰ κακὰ παθόντες πολλὰ δὲ ποιήσαντες ἐπεθυμήσαμεν πάλιν τῆς εἰρήνης, καὶ ᾑρέθησαν note δέκα ἄνδρες ἐξ Ἀθηναίων ἁπάντων πρέσβεις εἰς Λακεδαίμονα περὶ εἰρήνης αὐτοκράτορες, ὧν ἦν καὶ Ἀνδοκίδης πάππος ἡμέτερος. οὗτοι ἡμῖν note εἰρήνην ἐποίησαν note πρὸς Λακεδαιμονίους ἔτη τριάκοντα. καὶ ἐν τοσούτῳ χρόνῳ ἔστιν ὅπου, Ἀθηναῖοι, δῆμος κατελύθη; τί δέ; πράττοντές τινες δήμου κατάλυσιν ἐλήφθησαν; οὐκ ἔστιν ὅστις ἀποδείξει. ἀλλʼ αὐτὸ τὸ ἐναντιώτατον· 3.7αὕτη γὰρ εἰρήνη τὸν δῆμον τὸν Ἀθηναίων note ὑψηλὸν ἦρε καὶ κατέστησεν ἰσχυρὸν οὕτως ὥστε πρῶτον μὲν ἐν τούτοις τοῖς ἔτεσιν εἰρήνην λαβόντες note ἀνηνέγκαμεν χίλια τάλαντα εἰς τὴν ἀκρόπολιν, καὶ νόμῳ κατεκλῄσαμεν ἐξαίρετα εἶναι τῷ δήμῳ, τοῦτο δὲ τριήρεις ἄλλας ἑκατὸν ἐναυπηγησάμεθα, καὶ ταύτας ἐξαιρέτους ἐψηφισάμεθα εἶναι, νεωσοίκους τε ᾠκοδομησάμεθα, χιλίους τε καὶ διακοσίους ἱππέας καὶ τοξότας τοσούτους ἑτέρους κατεστήσαμεν, καὶ τὸ τεῖχος τὸ μακρὸν τὸ νότιον ἐτειχίσθη. ταῦτα ἐκ τῆς note εἰρήνης τῆς πρὸς Λακεδαιμονίους ἀγαθὰ τῇ πόλει καὶ δύναμις τῷ δήμῳ τῷ note Ἀθηναίων ἐγένετο.

3.8πάλιν δὲ διὰ Μεγαρέας πολεμήσαντες καὶ τὴν χώραν τμηθῆναι προέμενοι, πολλῶν ἀγαθῶν στερηθέντες αὖθις τὴν εἰρήνην ἐποιησάμεθα, ἣν ἡμῖν Νικίας Νικηράτου κατηργάσατο. οἶμαι δʼ ὑμᾶς ἅπαντας εἰδέναι τοῦτο, ὅτι διὰ ταύτην τὴν εἰρήνην ἑπτακισχίλια μὲν τάλαντα νομίσματος εἰς τὴν ἀκρόπολιν ἀνηνέγκαμεν, 3.9ναῦς δὲ πλείους τριακοσίας note ἐκτησάμεθα, καὶ φόρος προσῄει κατʼ ἐνιαυτὸν πλέον διακόσια καὶ χίλια τάλαντα, καὶ Χερρόνησόν τε εἴχομεν καὶ Νάξον καὶ Εὐβοίας πλέον τὰ δύο μέρη· τάς τε ἄλλας ἀποικίας καθʼ ἕκαστον διηγεῖσθαι μακρὸς ἂν εἴη λόγος. ταῦτα δʼ ἔχοντες τὰ ἀγαθὰ πάλιν κατέστημεν εἰς πόλεμον πρὸς Λακεδαιμονίους, πεισθέντες καὶ τότε ὑπʼ Ἀργείων.

3.10πρῶτον μὲν οὖν, Ἀθηναῖοι, τούτου ἀναμνήσθητε, τί ὑμῖν ἐξ ἀρχῆς ὑπεθέμην τῷ λόγῳ. ἄλλο τι τοῦτο, ὅτι διὰ τὴν εἰρήνην οὐδεπώποτε δῆμος τῶν note Ἀθηναίων κατελύθη; οὐκοῦν ἀποδέδεικται. καὶ οὐδεὶς ἐξελέγξει note με ὡς οὐκ ἔστι ταῦτα ἀληθῆ. ἤδη δέ τινων ἤκουσα λεγόντων ὡς ἐκ τῆς τελευταίας εἰρήνης τῆς πρὸς Λακεδαιμονίους οἵ τε τριάκοντα κατέστησαν πολλοί τε Ἀθηναίων κώνειον πιόντες ἀπέθανον, οἱ δὲ φεύγοντες ᾤχοντο. 3.11ὁπόσοι οὖν ταῦτα λέγουσιν, οὐκ ὀρθῶς γιγνώσκουσιν· εἰρήνη γὰρ καὶ σπονδαὶ πολὺ διαφέρουσι σφῶν αὐτῶν. εἰρήνην μὲν γὰρ ἐξ ἴσου ποιοῦνται πρὸς ἀλλήλους ὁμολογήσαντες περὶ ὧν ἂν διαφέρωνται· σπονδὰς δέ, ὅταν κρατήσωσι κατὰ τὸν πόλεμον, οἱ κρείττους τοῖς ἥττοσιν ἐξ ἐπιταγμάτων ποιοῦνται, ὥσπερ ἡμῶν κρατήσαντες Λακεδαιμόνιοι τῷ πολέμῳ ἐπέταξαν ἡμῖν καὶ <τὰ> note τείχη καθαιρεῖν καὶ τὰς ναῦς παραδιδόναι καὶ τοὺς φεύγοντας καταδέχεσθαι. 3.12τότε μὲν οὖν σπονδαὶ κατʼ ἀνάγκην ἐξ ἐπιταγμάτων ἐγένοντο· νῦν δὲ περὶ εἰρήνης βουλεύεσθε. σκέψασθε δὲ ἐξ αὐτῶν τῶν γραμμάτων, τε ἡμῖν ἐν τῇ στήλῃ γέγραπται, ἐφʼ οἷς τε νῦν ἔξεστι τὴν εἰρήνην ποιεῖσθαι. ἐκεῖ μὲν γὰρ note γέγραπται τὰ τείχη καθαιρεῖν, ἐν δὲ τοῖσδε ἔξεστιν οἰκοδομεῖν· ναῦς ἐκεῖ μὲν δώδεκα κεκτῆσθαι, νῦν δʼ ὁπόσας ἂν βουλώμεθα· Λῆμνον δὲ καὶ Ἴμβρον καὶ Σκῦρον τότε μὲν ἔχειν τοὺς ἔχοντας, νῦν δὲ ἡμετέρας εἶναι· καὶ φεύγοντας νῦν μὲν οὐκ ἐπάναγκες οὐδένα καταδέχεσθαι, τότε δʼ ἐπάναγκες, ἐξ ὧν δῆμος κατελύθη. τί ταῦτα ἐκείνοις ὁμολογεῖ; τοσοῦτον οὖν ἔγωγε, Ἀθηναῖοι, διορίζομαι περὶ τούτων, τὴν μὲν εἰρήνην σωτηρίαν εἶναι τῷ δήμῳ καὶ δύναμιν, τὸν δὲ πόλεμον δήμου note κατάλυσιν γίγνεσθαι. περὶ μὲν οὖν τούτων ταῦτα λέγω.

3.13φασὶ δέ τινες ἀναγκαίως νῦν ἡμῖν ἔχειν πολεμεῖν· σκεψώμεθα οὖν πρῶτον, ἄνδρες Ἀθηναῖοι, διὰ τί καὶ πολεμήσωμεν. οἶμαι γὰρ ἂν πάντας ἀνθρώπους ὁμολογῆσαι διὰ τάδε δεῖν πολεμεῖν, ἀδικουμένους note βοηθοῦντας ἀδικουμένοις. note ἡμεῖς τοίνυν αὐτοί τε ἠδικούμεθα Βοιωτοῖς τε ἀδικουμένοις ἐβοηθοῦμεν. εἰ τοίνυν ἡμῖν τέ ἐστι τοῦτο παρὰ Λακεδαιμονίων, τὸ μηκέτι ἀδικεῖσθαι, Βοιωτοῖς τε δέδοκται ποιεῖσθαι τὴν εἰρήνην ἀφεῖσιν note Ὀρχομενὸν αὐτόνομον, τίνος ἕνεκα πολεμήσωμεν; ἵνα πόλις ἡμῶν ἐλευθέρα ; 3.14ἀλλὰ τοῦτό γε αὐτῇ ὑπάρχει. ἀλλʼ ὅπως ἡμῖν note τείχη γένηται; ἔστι καὶ ταῦτα ἐκ τῆς εἰρήνης. ἀλλʼ ἵνα τριήρεις ἐξῇ ναυπηγεῖσθαι καὶ τὰς οὔσας ἐπισκευάζειν καὶ κεκτῆσθαι; καὶ τοῦτο ὑπάρχει· τὰς γὰρ πόλεις αὐτονόμους αἱ συνθῆκαι ποιοῦσιν. ἀλλʼ ὅπως τὰς νήσους κομισώμεθα, Λῆμνον καὶ Σκῦρον καὶ Ἴμβρον; οὐκοῦν διαρρήδην γέγραπται ταύτας Ἀθηναίων εἶναι. 3.15φέρε, ἀλλὰ Χερρόνησον καὶ τὰς ἀποικίας καὶ τὰ ἐγκτήματα note καὶ τὰ χρέα ἵνα ἀπολάβωμεν; note ἀλλʼ οὔτε βασιλεὺς οὔτε οἱ σύμμαχοι συγχωροῦσιν ἡμῖν, μεθʼ ὧν αὐτὰ δεῖ πολεμοῦντας κτήσασθαι. ἀλλὰ νὴ Δία ἕως ἂν Λακεδαιμονίους καταπολεμήσωμεν καὶ τοὺς συμμάχους αὐτῶν, μέχρι τούτου δεῖ πολεμεῖν; ἀλλʼ οὔ μοι δοκοῦμεν note οὕτω παρεσκευάσθαι. ἐὰν δʼ ἄρα κατεργασώμεθα, τί ποτε αὐτοὶ πείσεσθαι δοκοῦμεν ὑπὸ τῶν βαρβάρων, ὅταν ταῦτα πράξωμεν; 3.16εἰ τοίνυν περὶ τούτου μὲν ἔδει πολεμεῖν, χρήματα δὲ ὑπῆρχεν ἡμῖν note ἱκανά, τοῖς δὲ σώμασιν ἦμεν δυνατοί, οὐδὲ οὕτως ἔδει πολεμεῖν. εἰ δὲ μήτε διʼ τι μήτε ὅτοισι μήτε ἀφʼ ὅτου πολεμήσωμεν ἔστι, πῶς οὐκ ἐκ παντὸς τρόπου τὴν εἰρήνην ποιητέον ἡμῖν;

3.17σκέψασθε δέ, Ἀθηναῖοι, καὶ τόδε, ὅτι νυνὶ πᾶσι τοῖς Ἕλλησι κοινὴν εἰρήνην καὶ ἐλευθερίαν πράττετε, καὶ μετέχειν ἅπασι πάντων ἐξουσίαν ποιεῖτε. ἐνθυμήθητε οὖν τῶν note πόλεων τὰς μεγίστας, τίνι τρόπῳ τὸν πόλεμον καταλύονται. πρῶτον μὲν Λακεδαιμονίους, οἵτινες ἀρχόμενοι μὲν ἡμῖν καὶ τοῖς συμμάχοις πολεμεῖν ἦρχον καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, νῦν δʼ αὐτοῖς ἐκ τῆς εἰρήνης οὐδέτερον τούτων ὑπάρχει. 3.18καὶ οὐχ ὑφʼ ἡμῶν note ἀναγκαζόμενοι ταῦτʼ ἀφιᾶσιν, ἀλλʼ ἐπʼ ἐλευθερίᾳ πάσης τῆς Ἑλλάδος. νενικήκασι γὰρ τρὶς ἤδη μαχόμενοι, τότε μὲν ἐν Κορίνθῳ πάντας πανδημεὶ τοὺς συμμάχους παρόντας, οὐχ ὑπολιπόντες πρόφασιν οὐδεμίαν, ἀλλʼ ἐν τῷ κρατιστεύειν μόνοι πάντων, αὖθις δʼ ἐν Βοιωτοῖς, note ὅτʼ αὐτῶν Ἀγησίλαος ἡγεῖτο, τὸν αὐτὸν τρόπον καὶ τότε note τὴν νίκην ἐποιήσαντο, τρίτον δʼ ἡνίκα Λέχαιον ἔλαβον, Ἀργείους μὲν ἅπαντας καὶ Κορινθίους, ἡμῶν δὲ καὶ Βοιωτῶν τοὺς παρόντας. 3.19τοιαῦτα δʼ ἔργα ἐπιδειξάμενοι τοῖς Ἕλλησι note τὴν εἰρήνην εἰσὶν ἕτοιμοι ποιεῖσθαι τὴν ἑαυτῶν ἔχοντες, οἳ ἐνίκων μαχόμενοι, καὶ τὰς πόλεις αὐτονόμους εἶναι καὶ τὴν θάλατταν κοινὴν ἐῶντες τοῖς ἡττημένοις. καίτοι ποίας τινὸς ἂν ἐκεῖνοι παρʼ ἡμῶν εἰρήνης ἔτυχον, εἰ μίαν μόνον μάχην ἡττήθησαν;

3.20Βοιωτοὶ δʼ αὖ πῶς τὴν εἰρήνην ποιοῦνται; οἵτινες τὸν μὲν note πόλεμον ἐποιήσαντο ἕνεκα Ὀρχομενοῦ, ὡς οὐκ ἐπιτρέψοντες αὐτόνομον εἶναι, νῦν δὲ τεθνεώτων μὲν αὐτοῖς ἀνδρῶν τοσούτων τὸ πλῆθος, τῆς δὲ γῆς ἐκ μέρους τινὸς τετμημένης, χρήματα δʼ εἰσενηνοχότες πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ὧν στέρονται, πολεμήσαντες δὲ ἔτη τέτταρα, ὅμως Ὀρχομενὸν ἀφέντες αὐτόνομον τὴν εἰρήνην ποιοῦνται καὶ ταῦτα note μάτην πεπόνθασιν· ἐξῆν γὰρ αὐτοῖς καὶ τὴν ἀρχὴν ἐῶσιν Ὀρχομενίους αὐτονόμους εἰρήνην ἄγειν. οὗτοι δʼ αὖ τούτῳ <τῷ> note τρόπῳ τὸν πόλεμον καταλύονται.

3.21ἡμῖν δέ, Ἀθηναῖοι, πῶς ἔξεστι τὴν εἰρήνην ποιήσασθαι; ποίων τινῶν Λακεδαιμονίων τυγχάνοντας; καὶ γὰρ εἴ τις ὑμῶν ἀχθεσθήσεται παραιτοῦμαι· <τὰ> note γὰρ ὄντα λέξω. πρῶτον μὲν γὰρ ἡνίκα ἀπωλέσαμεν τὰς ναῦς ἐν Ἑλλησπόντῳ καὶ τειχήρεις ἐγενόμεθα, τίνα γνώμην ἔθεντο περὶ ἡμῶν οἱ νῦν μὲν ἡμέτεροι τότε δὲ Λακεδαιμονίων ὄντες σύμμαχοι; οὐ τὴν πόλιν ἡμῶν ἀνδραποδίζεσθαι καὶ τὴν χώραν ἐρημοῦν; οἱ δὲ διακωλύσαντες ταῦτα μὴ γενέσθαι τίνες ἦσαν; οὐ Λακεδαιμόνιοι, τοὺς μὲν συμμάχους ἀποτρέψαντες τῆς γνώμης, αὐτοὶ δʼ οὐδʼ ἐπιχειρήσαντες διαβουλεύσασθαι περὶ τοιούτων ἔργων; 3.22μετὰ δὲ τοῦτο ὅρκους ὀμόσαντες αὐτοῖς καὶ τὴν στήλην εὑρόμενοι <παρʼ> note αὐτῶν στῆσαι, κακὸν ἀγαπητὸν ἐν ἐκείνῳ τῷ χρόνῳ, σπονδὰς ἤγομεν ἐπὶ ῥητοῖς. εἶτα δὲ συμμαχίαν ποιησάμενοι Βοιωτοὺς καὶ Κορινθίους ἀποστήσαντες αὐτῶν, Ἀργείους δὲ ἀγαγόντες εἰς τὴν ποτὲ φιλίαν, αἴτιοι τῆς ἐν Κορίνθῳ μάχης ἐγενόμεθα αὐτοῖς. τίνες δὲ βασιλέα πολέμιον αὐτοῖς ἐποίησαν, καὶ Κόνωνι τὴν ναυμαχίαν παρεσκεύασαν, διʼ ἣν ἀπώλεσαν τὴν ἀρχὴν τῆς θαλάττης; 3.23ὅμως τοίνυν ταῦτα πεπονθότες ὑφʼ ἡμῶν συγχωροῦσι ταὐτὰ note ἅπερ οἱ σύμμαχοι, καὶ διδόασιν ἡμῖν τὰ τείχη καὶ τὰς ναῦς καὶ τὰς νήσους ἡμῶν εἶναι. ποίαν τίνʼ οὖν χρὴ εἰρήνην πρεσβεύοντας ἥκειν; οὐ ταὐτὰ note παρὰ τῶν πολεμίων εὑρομένους ἅπερ οἱ φίλοι διδόασι, καὶ διʼ ἅπερ ἠρξάμεθα πολεμεῖν, ἵνα ἡμῶν γένηται τῇ πόλει ταῦτα; οἱ μὲν τοίνυν ἄλλοι τὴν εἰρήνην ποιοῦνται τῶν ὑπαρχόντων ἀφιέντες, ἡμεῖς δὲ προσλαμβάνοντες αὐτὰ ὧν μάλιστα δεόμεθα.

3.24τί οὖν ἐστιν ὑπόλοιπον περὶ ὅτου δεῖ βουλεύεσθαι; περὶ Κορίνθου note καὶ περὶ ὧν [ἂν] note ἡμᾶς Ἀργεῖοι προκαλοῦνται. note πρῶτον μὲν περὶ Κορίνθου διδαξάτω μέ τις, Βοιωτῶν μὴ συμπολεμούντων, εἰρήνην δὲ ποιουμένων πρὸς Λακεδαιμονίους, τίνος ἐστὶν ἡμῖν ἀξία Κόρινθος. 3.25ἀναμνήσθητε γάρ, Ἀθηναῖοι, τῆς ἡμέρας ἐκείνης ὅτε Βοιωτοῖς τὴν συμμαχίαν ἐποιούμεθα, τίνα γνώμην ἔχοντες ταῦτα ἐπράττομεν. οὐχ ὡς ἱκανὴν οὖσαν τὴν Βοιωτῶν δύναμιν μεθʼ ἡμῶν γενομένην κοινῇ πάντας ἀνθρώπους ἀμύνασθαι; νῦν δὲ βουλευόμεθα, note Βοιωτῶν εἰρήνην ποιουμένων πῶς δυνατοὶ Λακεδαιμονίοις πολεμεῖν ἐσμεν ἄνευ Βοιωτῶν. 3.26ναί, φασί τινες, ἂν Κόρινθόν τε φυλάττωμεν καὶ συμμάχους ἔχωμεν Ἀργείους. ἰόντων note δὲ Λακεδαιμονίων εἰς Ἄργος πότερον βοηθήσομεν note αὐτοῖς οὔ; πολλὴ γὰρ ἀνάγκη ὁπότερον τούτων ἑλέσθαι. μὴ βοηθούντων μὲν οὖν ἡμῶν οὐδὲ λόγος ὑπολείπεται μὴ οὐκ ἀδικεῖν καὶ ποιεῖν Ἀργείους note ὁποῖον ἄν τι βούλωνται δικαίως· βοηθούντων δὲ ἡμῶν εἰς Ἄργος οὐχ ἕτοιμον μάχεσθαι Λακεδαιμονίοις; ἵνα ἡμῖν τί γένηται; ἵνα ἡττώμενοι μὲν καὶ τὴν οἰκείαν χώραν ἀπολέσωμεν πρὸς τῇ Κορινθίων, νικήσαντες δὲ τὴν Κορινθίων Ἀργείων ποιήσωμεν. note οὐχ ἕνεκα τούτων πολεμήσομεν; note

3.27σκεψώμεθα δὴ καὶ τοὺς Ἀργείων λόγους. κελεύουσι γὰρ ἡμᾶς κοινῇ μετὰ σφῶν καὶ μετὰ Κορινθίων πολεμεῖν, αὐτοὶ δʼ ἰδίᾳ εἰρήνην ποιησάμενοι τὴν χώραν οὐ παρέχουσιν ἐμπολεμεῖν. καὶ μετὰ μὲν πάντων τῶν συμμάχων τὴν εἰρήνην ποιουμένους note οὐκ ἐῶσιν ἡμᾶς οὐδὲν πιστεύειν Λακεδαιμονίοις· δὲ πρὸς τούτους μόνους ἐκεῖνοι συνέθεντο, ταῦτα δʼ note οὐδεπώποτʼ αὐτούς φασι παραβῆναι. πατρίαν τε εἰρήνην ὀνομάζοντες χρῶνται, τοῖς δὲ note ἄλλοις Ἕλλησιν οὐκ ἐῶσι πατρίαν γενέσθαι τὴν εἰρήνην· ἐκ γὰρ τοῦ πολέμου χρονισθέντος Κόρινθον ἑλεῖν προσδοκῶσι, κρατήσαντες δὲ τούτων ὑφʼ ὧν ἀεὶ κρατοῦνται, καὶ τοὺς συννικῶντας ἐλπίζουσι παραστήσεσθαι. note

3.28τοιούτων δʼ ἐλπίδων μετασχόντας ἡμᾶς δεῖ δυοῖν θάτερον ἑλέσθαι, πολεμεῖν μετὰ Ἀργείων Λακεδαιμονίοις, μετὰ Βοιωτῶν κοινῇ τὴν εἰρήνην ποιεῖσθαι. ἐγὼ μὲν οὖν ἐκεῖνο δέδοικα μάλιστα, note Ἀθηναῖοι, τὸ εἰθισμένον κακόν, ὅτι τοὺς κρείττους φίλους ἀφιέντες ἀεὶ τοὺς ἥττους αἱρούμεθα, καὶ πόλεμον ποιούμεθα διʼ ἑτέρους, ἐξὸν διʼ ἡμᾶς αὐτοὺς εἰρήνην ἄγειν· 3.29οἵτινες πρῶτον μὲν βασιλεῖ τῷ μεγάλῳχρὴ γὰρ ἀναμνησθέντας τὰ γεγενημένα καλῶς βουλεύσασθαισπονδὰς ποιησάμενοι καὶ συνθέμενοι φιλίαν εἰς τὸν ἅπαντα χρόνον, ἡμῖν ἐπρέσβευσεν Ἐπίλυκος Τεισάνδρου, τῆς μητρὸς τῆς ἡμετέρας ἀδελφός, <μετὰ> note ταῦτα Ἀμόργῃ πειθόμενοι τῷ δούλῳ τοῦ βασιλέως καὶ φυγάδι τὴν μὲν βασιλέως δύναμιν ἀπεβαλόμεθα note ὡς οὐδενὸς note οὖσαν ἀξίαν, τὴν δὲ Ἀμόργου φιλίαν εἱλόμεθα, κρείττω νομίσαντες εἶναι· ἀνθʼ ὧν βασιλεὺς ὀργισθεὶς ἡμῖν, σύμμαχος γενόμενος Λακεδαιμονίοις, παρέσχεν αὐτοῖς εἰς τὸν πόλεμον πεντακισχίλια τάλαντα, ἕως κατέλυσεν ἡμῶν τὴν δύναμιν. ἓν μὲν βούλευμα τοιοῦτον ἐβουλευσάμεθα· 3.30Συρακόσιοι δʼ ὅτε ἦλθον ἡμῶν δεόμενοι, φιλότητα μὲν ἀντὶ διαφορᾶς ἐθέλοντες εἰρήνην δʼ ἀντὶ πολέμου ποιεῖσθαι, τήν τε συμμαχίαν ἀποδεικνύντες ὅσῳ κρείττων σφετέρα εἴη τῆς note Ἐγεσταίων καὶ Καταναίων, εἰ βουλοίμεθα note πρὸς αὐτοὺς ποιεῖσθαι, ἡμεῖς τοίνυν εἱλόμεθα καὶ τότε πόλεμον μὲν ἀντὶ εἰρήνης, Ἐγεσταίους δὲ ἀντὶ Συρακοσίων, στρατεύεσθαι δʼ εἰς Σικελίαν ἀντὶ τοῦ μένοντες οἴκοι συμμάχους ἔχειν Συρακοσίους· ἐξ ὧν πολλοὺς μὲν Ἀθηναίων ἀπολέσαντες ἀριστίνδην καὶ τῶν συμμάχων, πολλὰς δὲ ναῦς καὶ χρήματα καὶ δύναμιν ἀποβαλόντες, αἰσχρῶς διεκομίσθησαν οἱ σωθέντες αὐτῶν.

3.31ὕστερον δʼ ὑπʼ Ἀργείων ἐπείσθημεν, οἵπερ νῦν ἥκουσι πείθοντες note πολεμεῖν, πλεύσαντες ἐπὶ τὴν Λακωνικὴν εἰρήνης ἡμῖν οὔσης πρὸς Λακεδαιμονίους ἐντεῖναι note <ἐκείνων> τὸν θυμόν, ἀρχὴν πολλῶν κακῶν· ἐξ οὗ πολεμήσαντες ἠναγκάσθημεν τὰ τείχη κατασκάπτειν καὶ τὰς ναῦς παραδιδόναι καὶ τοὺς φεύγοντας καταδέχεσθαι. ταῦτα δὲ πασχόντων ἡμῶν οἱ πείσαντες ἡμᾶς πολεμεῖν Ἀργεῖοι τίνα ὠφέλειαν παρέσχον ἡμῖν; τίνα δὲ κίνδυνον ὑπὲρ τῶν note Ἀθηναίων ἐποιήσαντο;

3.32νῦν οὖν τοῦτο ὑπόλοιπόν ἐστιν ἡμῖν, note πόλεμον μὲν note ἑλέσθαι καὶ νῦν ἀντʼ εἰρήνης, τὴν δὲ συμμαχίαν τὴν Ἀργείων ἀντὶ τῆς Βοιωτῶν, Κορινθίων δὲ τοὺς νῦν ἔχοντας τὴν πόλιν ἀντὶ Λακεδαιμονίων. μὴ δῆτα, Ἀθηναῖοι, μηδεὶς ἡμᾶς ταῦτα πείσῃ note· τὰ γὰρ παραδείγματα τὰ γεγενημένα τῶν ἁμαρτημάτων ἱκανὰ τοῖς σώφροσι τῶν ἀνθρώπων ὥστε μηκέτι ἁμαρτάνειν. 3.33εἰσὶ δέ τινες ὑμῶν note οἳ τοσαύτην ὑπερβολὴν τῆς ἐπιθυμίας ἔχουσιν εἰρήνην ὡς τάχιστα γενέσθαι· φασὶ γὰρ καὶ τὰς τετταράκονθʼ ἡμέρας ἐν αἷς ὑμῖν note ἔξεστι βουλεύεσθαι περίεργον εἶναι, καὶ τοῦτο ἀδικεῖν ἡμᾶς· αὐτοκράτορας γὰρ πεμφθῆναι εἰς Λακεδαίμονα διὰ ταῦθʼ, note ἵνα μὴ πάλιν ἐπαναφέρωμεν. τήν τε ἀσφάλειαν ἡμῶν τῆς ἐπαναφορᾶς δέος ὀνομάζουσι, λέγοντες ὡς οὐδεὶς πώποτε τὸν δῆμον τὸν note Ἀθηναίων ἐκ τοῦ φανεροῦ πείσας ἔσῳσεν, ἀλλὰ δεῖ λαθόντας ἐξαπατήσαντας αὐτὸν εὖ ποιῆσαι.

3.34τὸν λόγον οὖν τοῦτον οὐκ ἐπαινῶ. φημὶ γάρ, Ἀθηναῖοι, πολέμου μὲν ὄντος ἄνδρα στρατηγὸν τῇ πόλει τε εὔνουν εἰδότα τε τι πράττῃ, note λανθάνοντα δεῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων καὶ ἐξαπατῶντα ἄγειν ἐπὶ note τοὺς κινδύνους, εἰρήνης δὲ πέρι πρεσβεύοντας note κοινῆς τοῖς Ἕλλησιν, ἐφʼ οἷς ὅρκοι τε ὀμοσθήσονται στῆλαί τε σταθήσονται γεγραμμέναι, ταῦτα δὲ οὔτε λαθεῖν οὔτε ἐξαπατῆσαι δεῖν, ἀλλὰ πολὺ μᾶλλον ἐπαινεῖν ψέγειν, εἰ πεμφθέντες αὐτοκράτορες ἔτι note ἀποδώσομεν ὑμῖν note περὶ αὐτῶν note σκέψασθαι. βουλεύσασθαι μὲν οὖν ἀσφαλῶς note χρὴ κατὰ δύναμιν, οἷς δʼ ἂν ὀμόσωμεν καὶ συνθώμεθα, τούτοις ἐμμένειν.

3.35οὐ γὰρ μόνον, Ἀθηναῖοι, πρὸς γράμματα τὰ γεγραμμένα δεῖ βλέποντας πρεσβεύειν ἡμᾶς, ἀλλὰ καὶ πρὸς τοὺς τρόπους τοὺς ὑμετέρους. ὑμεῖς γὰρ περὶ μὲν τῶν ἑτοίμων ὑμῖν ὑπονοεῖν εἰώθατε καὶ δυσχεραίνειν, τὰ δʼ οὐκ ὄντα λογοποιεῖν ὡς ἔστιν ὑμῖν ἕτοιμα· κἂν μὲν πολεμεῖν δέῃ, τῆς εἰρήνης ἐπιθυμεῖτε, ἐὰν δέ τις ὑμῖν note τὴν εἰρήνην πράττῃ, λογίζεσθε τὸν πόλεμον ὅσα ἀγαθὰ ὑμῖν κατηργάσατο. 3.36ὅπου καὶ νῦν ἤδη τινὲς λέγουσιν οὐ γιγνώσκειν τὰς διαλλαγὰς αἵτινές εἰσιν, τείχη καὶ νῆες εἰ γενήσονται τῇ πόλει· τὰ γὰρ ἴδια τὰ σφέτερʼ αὐτῶν ἐκ τῆς ὑπερορίας οὐκ ἀπολαμβάνειν, ἀπὸ δὲ τῶν τειχῶν οὐκ εἶναι σφίσι τροφήν. ἀναγκαίως οὖν ἔχει καὶ πρὸς ταῦτʼ ἀντειπεῖν.

3.37ἦν γάρ ποτε χρόνος, Ἀθηναῖοι, ὅτε τείχη καὶ ναῦς οὐκ ἐκεκτήμεθα· note γενομένων δὲ τούτων τὴν ἀρχὴν ἐποιησάμεθα τῶν ἀγαθῶν. ὧν εἰ καὶ νῦν ἐπιθυμεῖτε, ταῦτα κατεργάσασθε. ταύτην δὲ λαβόντες ἀφορμὴν οἱ πατέρες ἡμῶν κατηργάσαντο τῇ πόλει δύναμιν τοσαύτην ὅσην οὔπω τις ἄλλη πόλις ἐκτήσατο, τὰ μὲν πείσαντες τοὺς Ἕλληνας, τὰ δὲ λαθόντες, τὰ δὲ πριάμενοι, τὰ δὲ βιασάμενοι. 3.38πείσαντες μὲν οὖν Ἀθήνησι ποιήσασθαι τῶν κοινῶν χρημάτων Ἑλληνοταμίας, καὶ τὸν σύλλογον τῶν νεῶν παρʼ ἡμῖν γενέσθαι, ὅσαι δὲ τῶν πόλεων τριήρεις μὴ κέκτηνται, ταύταις ἡμᾶς παρέχειν· λαθόντες δὲ Πελοποννησίους τειχισάμενοι note τὰ τείχη· πριάμενοι δὲ παρὰ Λακεδαιμονίων μὴ δοῦναι τούτων δίκην· βιασάμενοι δὲ τοὺς ἐναντίους τὴν ἀρχὴν τῶν Ἑλλήνων κατηργασάμεθα. καὶ ταῦτα τὰ ἀγαθὰ ἐν ὀγδοήκοντα καὶ πέντε ἡμῖν ἔτεσιν ἐγένετο. 3.39κρατηθέντες δὲ τῷ πολέμῳ τά τε ἄλλα note ἀπωλέσαμεν, καὶ τὰ τείχη καὶ τὰς ναῦς ἔλαβον ἡμῶν ἐνέχυρα Λακεδαιμόνιοι, τὰς note μὲν παραλαβόντες, τὰ δὲ καθελόντες, ὅπως μὴ πάλιν ταύτην note ἔχοντες ἀφορμὴν δύναμιν τῇ πόλει κατασκευάσαιμεν. πεισθέντες τοίνυν ὑφʼ ἡμῶν Λακεδαιμόνιοι πάρεισι νυνὶ πρέσβεις αὐτοκράτορες, τά τε ἐνέχυρα ἡμῖν ἀποδιδόντες, καὶ τὰ τείχη καὶ <τὰς> note ναῦς ἐῶντες κεκτῆσθαι, τάς τε νήσους ἡμετέρας εἶναι.

3.40τὴν αὐτὴν τοίνυν ἀρχὴν ἀγαθῶν λαμβάνοντας ἥνπερ ἡμῶν ἐλάμβανον οἱ πρόγονοι, ταύτην οὐκ ἀκτέον φασὶ τὴν εἰρήνην τινὲς εἶναι. παριόντες οὖν αὐτοὶ διδασκόντων ὑμᾶς noteἐξουσίαν δʼ αὐτοῖς ἡμεῖς ἐποιήσαμεν, προσθέντες τετταράκοντα ἡμέρας βουλεύσασθαιτοῦτο μὲν τῶν γεγραμμένων εἴ τι note τυγχάνει μὴ καλῶς ἔχον· ἔξεστι γὰρ ἀφελεῖν· τοῦτο δʼ εἴ τίς <τι> note προσθεῖναι βούλεται, πείσας ὑμᾶς note προσγραψάτω. πᾶσί τε τοῖς γεγραμμένοις χρωμένοις ἔστιν εἰρήνην ἄγειν. 3.41εἰ δὲ μηδὲν ἀρέσκει τούτων, πολεμεῖν ἕτοιμον. καὶ ταῦτʼ ἐφʼ ὑμῖν note πάντʼ ἐστίν, Ἀθηναῖοι· τούτων τι ἂν βούλησθε ἕλεσθε. note πάρεισι μὲν γὰρ Ἀργεῖοι καὶ Κορίνθιοι διδάξοντες ὡς ἄμεινόν ἐστι πολεμεῖν, ἥκουσι δὲ Λακεδαιμόνιοι πείσοντες ὑμᾶς εἰρήνην ποιήσασθαι. τούτων δʼ ἐστὶ τὸ τέλος παρʼ ὑμῖν, ἀλλʼ οὐκ ἐν Λακεδαιμονίοις, διʼ ἡμᾶς. note πρεσβευτὰς οὖν πάντας ὑμᾶς ἡμεῖς οἱ πρέσβεις ποιοῦμεν· γὰρ τὴν χεῖρα μέλλων ὑμῶν note αἴρειν, οὗτος πρεσβεύων ἐστίν, ὁπότερʼ ἂν αὐτῷ δοκῇ, καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον ποιεῖν. μέμνησθε μὲν οὖν, Ἀθηναῖοι, τοὺς ἡμετέρους λόγους, ψηφίσασθε δὲ τοιαῦτα ἐξ ὧν ὑμῖν note μηδέποτε μεταμελήσει.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 2 Andoc. 3 (English) >>Andoc. 4

Powered by PhiloLogic