Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 3.16 Andoc. 3.20 (English) >>Andoc. 3.22

3.18καὶ οὐχ ὑφʼ ἡμῶν note ἀναγκαζόμενοι ταῦτʼ ἀφιᾶσιν, ἀλλʼ ἐπʼ ἐλευθερίᾳ πάσης τῆς Ἑλλάδος. νενικήκασι γὰρ τρὶς ἤδη μαχόμενοι, τότε μὲν ἐν Κορίνθῳ πάντας πανδημεὶ τοὺς συμμάχους παρόντας, οὐχ ὑπολιπόντες πρόφασιν οὐδεμίαν, ἀλλʼ ἐν τῷ κρατιστεύειν μόνοι πάντων, αὖθις δʼ ἐν Βοιωτοῖς, note ὅτʼ αὐτῶν Ἀγησίλαος ἡγεῖτο, τὸν αὐτὸν τρόπον καὶ τότε note τὴν νίκην ἐποιήσαντο, τρίτον δʼ ἡνίκα Λέχαιον ἔλαβον, Ἀργείους μὲν ἅπαντας καὶ Κορινθίους, ἡμῶν δὲ καὶ Βοιωτῶν τοὺς παρόντας. 3.19τοιαῦτα δʼ ἔργα ἐπιδειξάμενοι τοῖς Ἕλλησι note τὴν εἰρήνην εἰσὶν ἕτοιμοι ποιεῖσθαι τὴν ἑαυτῶν ἔχοντες, οἳ ἐνίκων μαχόμενοι, καὶ τὰς πόλεις αὐτονόμους εἶναι καὶ τὴν θάλατταν κοινὴν ἐῶντες τοῖς ἡττημένοις. καίτοι ποίας τινὸς ἂν ἐκεῖνοι παρʼ ἡμῶν εἰρήνης ἔτυχον, εἰ μίαν μόνον μάχην ἡττήθησαν;

3.20Βοιωτοὶ δʼ αὖ πῶς τὴν εἰρήνην ποιοῦνται; οἵτινες τὸν μὲν note πόλεμον ἐποιήσαντο ἕνεκα Ὀρχομενοῦ, ὡς οὐκ ἐπιτρέψοντες αὐτόνομον εἶναι, νῦν δὲ τεθνεώτων μὲν αὐτοῖς ἀνδρῶν τοσούτων τὸ πλῆθος, τῆς δὲ γῆς ἐκ μέρους τινὸς τετμημένης, χρήματα δʼ εἰσενηνοχότες πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ὧν στέρονται, πολεμήσαντες δὲ ἔτη τέτταρα, ὅμως Ὀρχομενὸν ἀφέντες αὐτόνομον τὴν εἰρήνην ποιοῦνται καὶ ταῦτα note μάτην πεπόνθασιν· ἐξῆν γὰρ αὐτοῖς καὶ τὴν ἀρχὴν ἐῶσιν Ὀρχομενίους αὐτονόμους εἰρήνην ἄγειν. οὗτοι δʼ αὖ τούτῳ <τῷ> note τρόπῳ τὸν πόλεμον καταλύονται.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 3.16 Andoc. 3.20 (English) >>Andoc. 3.22

Powered by PhiloLogic