Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 4.17 Andoc. 4.20 (English) >>Andoc. 4.23

4.19νομίζω δὲ ταύτην εἶναι σωτηρίαν ἅπασι, πείθεσθαι τοῖς ἄρχουσι καὶ τοῖς νόμοις· ὅστις δὲ ὑπερορᾷ ταῦτα, τὴν μεγίστην φυλακὴν ἀνῄρηκε τῆς πόλεως. δεινὸν μὲν οὖν ἐστι καὶ ὑπὸ τῶν ἀγνοούντων τὰ δίκαια πάσχειν κακῶς, πολὺ δὲ χαλεπώτερον, ὅταν τις ἐπιστάμενος τὰ διαφέροντα παραβαίνειν τολμᾷ· φανερῶς note γὰρ ἐνδείκνυται, ὥσπερ οὗτος, οὐκ αὐτὸς τοῖς νόμοις τοῖς τῆς note πόλεως, ἀλλʼ ὑμᾶς τοῖς αὑτοῦ note τρόποις ἀκολουθεῖν ἀξιῶν.

4.20ἐνθυμήθητε δὲ Ταυρέαν, ὃς ἀντιχορηγὸς ἦν Ἀλκιβιάδῃ note παισί. κελεύοντος δὲ τοῦ νόμου τῶν χορευτῶν ἐξάγειν ὃν ἄν τις βούληται ξένον ἀγωνιζόμενον, οὐκ ἐξὸν ἐπιχειρήσαντα κωλύειν, ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων Ἑλλήνων τῶν θεωρούντων καὶ τῶν ἀρχόντων ἁπάντων παρόντων <τῶν> note ἐν τῇ πόλει τύπτων ἐξήλασεν αὐτόν, καὶ τῶν θεατῶν συμφιλονικούντων ἐκείνῳ καὶ μισούντων τοῦτον, ὥστε τῶν χορῶν τὸν μὲν ἐπαινούντων, τοῦ δʼ ἀκροάσασθαι οὐκ ἐθελόντων, οὐδὲν πλέον ἔπραξεν· 4.21ἀλλὰ τῶν κριτῶν οἱ μὲν φοβούμενοι οἱ δὲ χαριζόμενοι νικᾶν ἔκριναν αὐτόν, περὶ ἐλάττονος ποιούμενοι τὸν ὅρκον τοῦτον. εἰκότως δέ μοι δοκοῦσιν οἱ κριταὶ ὑπέρχεσθαι Ἀλκιβιάδην, ὁρῶντες Ταυρέαν μὲν τοσαῦτα note χρήματα ἀναλώσαντα προπηλακιζόμενον, τὸν δὲ τοιαῦτα παρανομοῦντα μέγιστον δυνάμενον. αἴτιοι δʼ ὑμεῖς, note οὐ τιμωρούμενοι τοὺς ὑβρίζοντας, καὶ τοὺς μὲν λάθρᾳ ἀδικοῦντας κολάζοντες, τοὺς δὲ φανερῶς ἀσελγαίνοντας θαυμάζοντες.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 4.17 Andoc. 4.20 (English) >>Andoc. 4.23

Powered by PhiloLogic