Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 4.22 Andoc. 4.26 (English) >>Andoc. 4.28

4.24πρὸς δὲ τούτοις τολμῶσί τινες περὶ αὐτοῦ λέγειν ὡς οὐδὲ γεγένηται οὐδεὶς πώποτε τοιοῦτος. ἐγὼ δὲ νομίζω μέγιστα κακὰ τὴν πόλιν ὑπὸ τούτου πείσεσθαι, καὶ τηλικούτων πραγμάτων εἰς τὸν λοιπὸν χρόνον αἴτιον δόξειν, ὥστε μηδένα τῶν προτέρων ἀδικημάτων μεμνῆσθαι· ἀνέλπιστον γὰρ οὐδέν, τὸν τὴν ἀρχὴν τοῦ βίου τοιαύτην κατασκευασάμενον καὶ τὴν τελευτὴν ὑπερβάλλουσαν ποιήσασθαι. ἔστι δὲ σωφρόνων ἀνδρῶν φυλάττεσθαι τῶν πολιτῶν τοὺς ὑπεραυξανομένους, ἐνθυμουμένους ὑπὸ τῶν τοιούτων τὰς τυραννίδας καθισταμένας.

4.25ἡγοῦμαι δʼ αὐτὸν πρὸς ταῦτα note μὲν οὐδὲν ἀντερεῖν, λέξειν δὲ περὶ τῆς νίκης τῆς Ὀλυμπίασι, καὶ περὶ πάντων μᾶλλον τῶν κατηγορηθέντων ἀπολογήσεσθαι. note ἐξ αὐτῶν δὲ τούτων ἐπιδείξω αὐτὸν ἐπιτηδειότερον τεθνάναι μᾶλλον σῴζεσθαι. διηγήσομαι δʼ ὑμῖν.

4.26Διομήδης ἦλθε ζεῦγος ἵππων ἄγων Ὀλυμπίαζε, κεκτημένος μὲν οὐσίαν μετρίαν, στεφανῶσαι δὲ ἀπὸ τῶν ὑπαρχόντων τὴν πόλιν καὶ τὴν οἰκίαν βουλόμενος, λογιζόμενος τοὺς ἀγῶνας τοὺς ἱππικοὺς τύχῃ note τοὺς πλείστους κρινομένους. τοῦτον Ἀλκιβιάδης πολίτην ὄντα καὶ <οὐ> note τὸν ἐπιτυχόντα, δυνάμενος παρὰ τοῖς ἀγωνοθέταις τῶν Ἠλείων, <τὸ ζεῦγος> note ἀφελόμενος αὐτὸς ἠγωνίζετο. καίτοι τί ἂν ἐποίησεν, εἴ τις τῶν συμμάχων τῶν ὑμετέρων note ἀφίκετο ζεῦγος ἵππων ἔχων;



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 4.22 Andoc. 4.26 (English) >>Andoc. 4.28

Powered by PhiloLogic