Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 4.3 Andoc. 4.6 (English) >>Andoc. 4.9

4.5ἔτι δʼ εἴ τις διὰ τοῦτο μεθίσταται ὅτι <πονηρὸς> note πολίτης ἐστίν, οὗτος οὐδʼ ἀπελθὼν ἐνθένδε note παύσεται, ἀλλʼ ὅπου ἂν οἰκῇ, ταύτην τὴν πόλιν διαφθερεῖ, note καὶ τῇδε οὐδὲν ἧττον ἐπιβουλεύσει, ἀλλὰ καὶ μᾶλλον <καὶ> note δικαιότερον πρὶν ἐκβληθῆναι. οἶμαι δὲ καὶ τοὺς φίλους ὑμῶν note ἐν ταύτῃ μάλιστα τῇ ἡμέρᾳ λυπεῖσθαι καὶ τοὺς ἐχθροὺς ἥδεσθαι, συνειδότας ὡς ἂν ἀγνοήσαντες ἐξελάσητε τὸν βέλτιστον, δέκα ἐτῶν πόλις οὐδὲν ἀγαθὸν ὑπὸ note τούτου τοῦ ἀνδρὸς πείσεται. 4.6ῥᾴδιον δὲ καὶ ἐντεῦθεν γνῶναι τὸν νόμον πονηρὸν ὄντα· μόνοι γὰρ αὐτῷ τῶν Ἑλλήνων χρώμεθα, καὶ οὐδεμία τῶν ἄλλων πόλεων ἐθέλει μιμήσασθαι. καίτοι ταῦτα διέγνωσται ἄριστα τῶν δογμάτων, καὶ τοῖς πολλοῖς καὶ τοῖς ὀλίγοις ἁρμόττοντα μάλιστα τυγχάνει καὶ πλείστους ἐπιθυμητὰς ἔχει.

4.7περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ τι δεῖ μακρότερα λέγειν· πάντως γὰρ οὐδὲν note ἂν πλεῖον εἰς τὸ παρὸν ποιήσαιμεν· δέομαι δʼ ὑμῶν τῶν λόγων ἴσους καὶ κοινοὺς ἡμῖν ἐπιστάτας γενέσθαι, καὶ πάντας ἄρχοντας περὶ τούτων καταστῆναι, καὶ μήτε τοῖς λοιδορουμένοις μήτε τοῖς ὑπὲρ καιρὸν χαριζομένοις ἐπιτρέπειν, ἀλλὰ τῷ μὲν θέλοντι λέγειν καὶ ἀκούειν εὐμενεῖς εἶναι, τῷ δὲ ἀσελγαίνοντι καὶ θορυβοῦντι χαλεπούς. ἀκούσαντες γὰρ ἕκαστον note τῶν ὑπαρχόντων ἄμεινον βουλεύσεσθε περὶ ἡμῶν.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 4.3 Andoc. 4.6 (English) >>Andoc. 4.9

Powered by PhiloLogic