Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 4.6 Andoc. 4.9 (English) >>Andoc. 4.12

4.8ἔστι δὲ περὶ τῆς μισοδημίας καὶ τῆς στασιωτείας note βραχύς μοι λόγος καταλελειμμένος. εἰ μὲν γὰρ ἄκριτος ἦν, εἰκότως ἂν τῶν κατηγορούντων ἠκροᾶσθε καὶ ἐμοὶ ἀναγκαῖον ἦν ἀπολογεῖσθαι περὶ τούτων· ἐπειδὴ δὲ τετράκις ἀγωνιζόμενος ἀπέφυγον, οὐκέτι δίκαιον ἡγοῦμαι λόγον οὐδένα περὶ τούτου γίγνεσθαι. πρὶν μὲν γὰρ κριθῆναι οὐ ῥᾴδιον ἦν note εἰδέναι τὰς αἰτίας, οὔτʼ εἰ ψευδεῖς εἰσιν οὔτʼ εἰ ἀληθεῖς· ἀποφυγόντος note δὲ καταγνωσθέντος τέλος ἔχει καὶ διώρισται τούτων ὁπότερόν ἐστιν. 4.9ὥστε note δεινὸν νομίζω τοὺς μὲν ἁλόντας μιᾷ ψήφῳ μόνον ἀποθνῄσκειν, καὶ τὰ χρήματα δημεύεσθαι note αὐτῶν, τοὺς δὲ νικήσαντας note πάλιν τὰς αὐτὰς κατηγορίας ὑπομένειν, καὶ τοὺς δικαστὰς ἀπολέσαι μὲν κυρίους εἶναι, σῷσαι δʼ ἀκύρους καὶ ἀτελεῖς φαίνεσθαι, ἄλλως τε καὶ τῶν νόμων ἀπαγορευόντων δὶς περὶ τῶν αὐτῶν note πρὸς τὸν αὐτὸν μὴ ἐξεῖναι δικάζεσθαι, καὶ ὑμῶν note ὀμωμοκότων χρῆσθαι τοῖς νόμοις.

4.10ὧν ἕνεκα περὶ ἐμαυτοῦ παραλιπὼν Ἀλκιβιάδου τὸν βίον ἀναμνῆσαι βούλομαι. καίτοι ἀπορῶ γε διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων πόθεν ἄρξωμαι, note ἐμποδὼν ἁπάντων ὄντων. περὶ μὲν οὖν μοιχείας καὶ γυναικῶν ἀλλοτρίων ἁρπαγῆς καὶ τῆς ἄλλης βιαιότητος καὶ παρανομίας καθʼ ἕκαστον εἰ δεήσειε note λέγειν, οὐκ ἂν ἐξαρκέσειεν παρὼν χρόνος, ἅμα δὲ καὶ πολλοῖς ἀπεχθοίμην τῶν πολιτῶν, φανερὰς τὰς συμφορὰς ποιῶν αὐτῶν. δὲ περὶ τὴν πόλιν εἴργασται καὶ τοὺς προσήκοντας καὶ τῶν ἄλλων ἀστῶν καὶ ξένων τοὺς ἐντυγχάνοντας, ἀποδείξω.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Andoc.].
<<Andoc. 4.6 Andoc. 4.9 (English) >>Andoc. 4.12

Powered by PhiloLogic