Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 1.1 Antiph. 1.4 (English) >>Antiph. 1.9

1.3

δέομαι δʼ ὑμῶν, ἄνδρες, ἐὰν ἐπιδείξω ἐξ ἐπιβουλῆς καὶ προβουλῆς τὴν τούτων μητέρα φονέα οὖσαν τοῦ ἡμετέρου πατρός, καὶ μὴ ἅπαξ ἀλλὰ καὶ πολλάκις ἤδη ληφθεῖσαν τὸν θάνατον τὸν ἐκείνου ἐπʼ αὐτοφώρῳ μηχανωμένην, τιμωρῆσαι πρῶτον μὲν τοῖς νόμοις τοῖς ὑμετέροις, οὓς παρὰ τῶν θεῶν καὶ τῶν προγόνων διαδεξάμενοι κατὰ τὸ αὐτὸ ἐκείνοις περὶ τῆς καταψηφίσεως δικάζετε, δεύτερον δʼ ἐκείνῳ τῷ τεθνηκότι, καὶ ἅμα ἐμοὶ μόνῳ ἀπολελειμμένῳ βοηθῆσαι. 1.4ὑμεῖς γάρ μοι ἀναγκαῖοι. οὓς γὰρ ἐχρῆν τῷ μὲν τεθνεῶτι τιμωροὺς γενέσθαι, ἐμοὶ δὲ βοηθούς, οὗτοι τοῦ μὲν τεθνεῶτος φονῆς γεγένηνται, ἐμοὶ δʼ ἀντίδικοι καθεστᾶσι. πρὸς τίνας οὖν ἔλθῃ τις βοηθούς, ποῖ τὴν καταφυγὴν ποιήσεται ἄλλοθι πρὸς ὑμᾶς καὶ τὸ δίκαιον; 1.5

θαυμάζω δʼ ἔγωγε καὶ τοῦ ἀδελφοῦ, ἥντινά ποτε γνώμην ἔχων ἀντίδικος καθέστηκε πρὸς ἐμέ, καὶ εἰ νομίζει τοῦτο εὐσέβειαν εἶναι, τὸ τὴν μητέρα μὴ προδοῦναι. ἐγὼ δʼ ἡγοῦμαι πολὺ ἀνοσιώτερον εἶναι ἀφεῖναι τοῦ τεθνεῶτος τὴν τιμωρίαν, ἄλλως τε καὶ τοῦ μὲν ἐκ προβουλῆς ἀκουσίως ἀποθανόντος, τῆς δὲ ἑκουσίως ἐκ προνοίας ἀποκτεινάσης. 1.6καὶ οὐ τοῦτό γʼ ἐρεῖ, note ὡς εὖ οἶδεν ὅτι οὐκ note ἀπέκτεινεν μήτηρ αὐτοῦ τὸν πατέρα τὸν ἡμέτερον· ἐν οἷς μὲν γὰρ αὐτῷ ἐξουσία ἦν σαφῶς εἰδέναι παρὰ τῆς βασάνου, οὐκ ἠθέλησεν· ἐν οἷς δʼ οὐκ ἦν πυθέσθαι, τοῦτʼ αὐτὸ προὐθυμήθη. καίτοι αὐτὸ τοῦτο ἐχρῆν, καὶ ἐγὼ προὐκαλούμην, προθυμηθῆναι, ὅπως τὸ πραχθὲν ἀληθῶς note ἐπεξελθεῖν.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 1.1 Antiph. 1.4 (English) >>Antiph. 1.9

Powered by PhiloLogic