Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 1 Antiph. 2α (English) >>Antiph. 2β

Κατηγορία φόνου ἀπαράσημος Κατηγορία φόνου 2α.1

ὁπόσα μὲν τῶν πραγμάτων ὑπὸ τῶν ἐπιτυχόντων ἐπιβουλεύεται, οὐ χαλεπὰ ἐλέγχεσθαί ἐστιν· ἂν δʼ οἱ ἱκανῶς μὲν πεφυκότες, ἔμπειροι δὲ τῶν πραγμάτων ὄντες, ἐν δὲ τούτῳ τῆς ἡλικίας καθεστῶτες ἐν κράτιστοι φρονεῖν αὑτῶν εἰσι, πράσσωσι, χαλεποὶ καὶ γνωσθῆναι καὶ ἐλεγχθῆναί note 2α.2εἰσι· διὰ γὰρ τὸ μέγεθος τοῦ κινδύνου ἐκ πολλοῦ τὴν ἀσφάλειαν ὧν ἐπιβουλεύουσι σκοποῦντες, οὐ πρότερον ἐπιχειροῦσιν πάσης ὑποψίας φυλακὴν ποιήσωνται. γιγνώσκοντας οὖν ὑμᾶς χρὴ ταῦτα, κἂν ὁτιοῦν εἰκὸς παραλάβητε, σφόδρα πιστεύειν αὐτῷ. ἡμεῖς δʼ οἱ ἐπεξερχόμενοι τὸν φόνον οὐ τὸν αἴτιον ἀφέντες τὸν ἀναίτιον διώκομεν· 2α.3σαφῶς γὰρ οἴδαμεν ὅτι πάσης τῆς πόλεως μιαινομένης ὑπʼ αὐτοῦ, ἕως ἂν διωχθῇ, τό τʼ ἀσέβημα ἡμέτερον γίγνεται, τῆς θʼ ὑμετέρας ἁμαρτίας ποινὴ εἰς ἡμᾶς τοὺς μὴ δικαίως διώκοντας ἀναχωρεῖ. ἅπαντος δὲ τοῦ μιάσματος ἀναχωροῦντος εἰς ἡμᾶς, ὡς ἂν δυνώμεθα σαφέστατα ἐξ ὧν γιγνώσκομεν πειρασόμεθα ὑμῖν δηλοῦν ὡς ἀπέκτεινε τὸν ἄνδρα. 2α.4<Οὔτε γὰρ κακούργους εἰκὸς ἀποκτεῖναι τὸν ἄνθρωπον> note· οὐδεὶς γὰρ ἂν τὸν ἔσχατον κίνδυνον περὶ τῆς ψυχῆς κινδυνεύων ἑτοίμην καὶ κατειργασμένην τὴν ὠφέλειαν ἀφῆκεν· ἔχοντες γὰρ ἂν note τὰ ἱμάτια ηὑρέθησαν. οὐ μὴν οὐδὲ παροινήσας οὐδεὶς διέφθειρεν αὐτόν· ἐγιγνώσκετο γὰρ ἂν ὑπὸ τῶν συμποτῶν. οὐδὲ μὴν οὐδʼ ἐκ λοιδορίας· οὐ γὰρ <ἂν> note ἀωρὶ τῶν νυκτῶν οὐδʼ ἐν ἐρημίᾳ ἐλοιδοροῦντο. οὐδὲ μὴν ἄλλου στοχαζόμενος ἔτυχε τούτου· οὐ γὰρ ἂν σὺν τῷ ἀκολούθῳ διέφθειρεν αὐτόν. 2α.5ἀπολυομένης δὲ τῆς ὑποψίας ἁπάσης αὐτὸς θάνατος ἐξ ἐπιβουλῆς ἀποθανόντα μηνύει αὐτόν. ἐπιθέσθαι δὲ τίνα μᾶλλον εἰκός ἐστιν τὸν μεγάλα μὲν κακὰ προπεπονθότα, ἔτι δὲ μείζονα ἐπίδοξον ὄντα πάσχειν; ἔστι δʼ διωκόμενος οὗτος· ἐκ παλαιοῦ γὰρ ἐχθρὸς ὢν αὐτοῦ πολλὰς μὲν καὶ μεγάλας γραφὰς διώξας οὐδεμίαν εἷλεν, 2α.6ἔτι δὲ μείζους καὶ πλείους διωχθεὶς οὐδεπώποτʼ ἀποφυγὼν ἱκανὸν μέρος τῶν ὄντων ἀποβέβληκε, τὰ δʼ ἄγχιστα ἱερῶν κλοπῆς δυοῖν ταλάντοιν γεγραμμένος ὑπʼ αὐτοῦ, συνειδὼς μὲν αὑτῷ τὸ ἀδίκημα, ἔμπειρος δʼ ὢν τῆς τούτου δυνάμεως, μνησικακῶν δὲ τῶν ἔμπροσθεν, εἰκότως μὲν ἐπεβούλευσεν, εἰκότως δʼ ἀμυνόμενος τὴν ἔχθραν ἀπέκτεινε τὸν ἄνδρα. 2α.7 τε γὰρ ἐπιθυμία τῆς τιμωρίας ἀμνήμονα τῶν κινδύνων καθίστη αὐτόν, τε φόβος τῶν ἐπιφερομένων κακῶν ἐκπλήσσων θερμότερον ἐπιχειρεῖν ἐπῇρεν. ἤλπιζέ τε τάδε μὲν δράσας καὶ λήσειν ἀποκτείνας αὐτὸν καὶ ἀποφεύξεσθαι τὴν γραφήν· οὐδὲ note γὰρ ἐπεξιέναι οὐδένα, ἀλλʼ ἐρήμην αὐτὴν ἔσεσθαι· 2α.8εἴ τε καὶ ἁλοίη, τιμωρησαμένῳ κάλλιον ἔδοξεν αὐτῷ ταῦτα πάσχειν, ἀνάνδρως μηδὲν ἀντιδράσαντα ὑπὸ τῆς γραφῆς διαφθαρῆναι. σαφῶς δʼ ᾔδει ἁλωσόμενος αὐτήν· οὐ γὰρ ἂν τόνδε τὸν ἀγῶνα ἐνόμισεν ἀσφαλέστερον εἶναι. 2α.9

τὰ μὲν βιασάμενα ταῦτά ἐστιν ἀσεβῆσαι αὐτόν. μάρτυρες δʼ εἰ μὲν πολλοὶ παρεγένοντο, πολλοὺς ἂν παρεσχόμεθα· ἑνὸς δὲ τοῦ ἀκολούθου παραγενομένου, οἳ τούτου ἤκουον μαρτυρήσουσιν. ἔμπνους γὰρ ἔτι ἀρθείς, ἀνακρινόμενος ὑφʼ ἡμῶν, τοῦτον μόνον ἔφη γνῶναι τῶν παιόντων note αὐτούς.

ἐξελεγχόμενος δʼ ὑπό τε τῶν εἰκότων ὑπό τε τῶν παραγενομένων, οὐδενὶ τρόπῳ οὔτε δικαίως οὔτε συμφερόντως ἀπολύοιτʼ ἂν ὑφʼ ὑμῶν. 2α.10οἵ τε γὰρ ἐπιβουλεύοντες ἀνεξέλεγκτοι ἂν εἶεν, εἰ μήθʼ ὑπὸ τῶν παραγενομένων μήθʼ ὑπὸ τῶν εἰκότων ἐξελέγχονται· ἀσύμφορόν θʼ ὑμῖν ἐστὶ τόνδε μιαρὸν καὶ ἄναγνον ὄντα εἴς <τε> note τὰ τεμένη τῶν θεῶν εἰσιόντα μιαίνειν τὴν ἁγνείαν αὐτῶν, ἐπί τε τὰς αὐτὰς τραπέζας ἰόντα συγκαταπιμπλάναι τοὺς ἀναιτίους· ἐκ γὰρ τούτων αἵ τʼ ἀφορίαι γίγνονται δυστυχεῖς θʼ αἱ πράξεις καθίστανται. 2α.11οἰκείαν οὖν χρὴ τὴν τιμωρίαν ἡγησαμένους, αὐτῷ τούτῳ τὰ τούτου ἀσεβήματα ἀναθέντας, ἰδίαν μὲν τὴν συμφοράν, καθαρὰν δὲ τὴν πόλιν καταστῆσαι.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 1 Antiph. 2α (English) >>Antiph. 2β

Powered by PhiloLogic