Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 1.30 Antiph. 2α.2 (English) >>Antiph. 2α.7

Κατηγορία φόνου ἀπαράσημος Κατηγορία φόνου 2α.1

ὁπόσα μὲν τῶν πραγμάτων ὑπὸ τῶν ἐπιτυχόντων ἐπιβουλεύεται, οὐ χαλεπὰ ἐλέγχεσθαί ἐστιν· ἂν δʼ οἱ ἱκανῶς μὲν πεφυκότες, ἔμπειροι δὲ τῶν πραγμάτων ὄντες, ἐν δὲ τούτῳ τῆς ἡλικίας καθεστῶτες ἐν κράτιστοι φρονεῖν αὑτῶν εἰσι, πράσσωσι, χαλεποὶ καὶ γνωσθῆναι καὶ ἐλεγχθῆναί note 2α.2εἰσι· διὰ γὰρ τὸ μέγεθος τοῦ κινδύνου ἐκ πολλοῦ τὴν ἀσφάλειαν ὧν ἐπιβουλεύουσι σκοποῦντες, οὐ πρότερον ἐπιχειροῦσιν πάσης ὑποψίας φυλακὴν ποιήσωνται. γιγνώσκοντας οὖν ὑμᾶς χρὴ ταῦτα, κἂν ὁτιοῦν εἰκὸς παραλάβητε, σφόδρα πιστεύειν αὐτῷ. ἡμεῖς δʼ οἱ ἐπεξερχόμενοι τὸν φόνον οὐ τὸν αἴτιον ἀφέντες τὸν ἀναίτιον διώκομεν· 2α.3σαφῶς γὰρ οἴδαμεν ὅτι πάσης τῆς πόλεως μιαινομένης ὑπʼ αὐτοῦ, ἕως ἂν διωχθῇ, τό τʼ ἀσέβημα ἡμέτερον γίγνεται, τῆς θʼ ὑμετέρας ἁμαρτίας ποινὴ εἰς ἡμᾶς τοὺς μὴ δικαίως διώκοντας ἀναχωρεῖ. ἅπαντος δὲ τοῦ μιάσματος ἀναχωροῦντος εἰς ἡμᾶς, ὡς ἂν δυνώμεθα σαφέστατα ἐξ ὧν γιγνώσκομεν πειρασόμεθα ὑμῖν δηλοῦν ὡς ἀπέκτεινε τὸν ἄνδρα. 2α.4<Οὔτε γὰρ κακούργους εἰκὸς ἀποκτεῖναι τὸν ἄνθρωπον> note· οὐδεὶς γὰρ ἂν τὸν ἔσχατον κίνδυνον περὶ τῆς ψυχῆς κινδυνεύων ἑτοίμην καὶ κατειργασμένην τὴν ὠφέλειαν ἀφῆκεν· ἔχοντες γὰρ ἂν note τὰ ἱμάτια ηὑρέθησαν. οὐ μὴν οὐδὲ παροινήσας οὐδεὶς διέφθειρεν αὐτόν· ἐγιγνώσκετο γὰρ ἂν ὑπὸ τῶν συμποτῶν. οὐδὲ μὴν οὐδʼ ἐκ λοιδορίας· οὐ γὰρ <ἂν> note ἀωρὶ τῶν νυκτῶν οὐδʼ ἐν ἐρημίᾳ ἐλοιδοροῦντο. οὐδὲ μὴν ἄλλου στοχαζόμενος ἔτυχε τούτου· οὐ γὰρ ἂν σὺν τῷ ἀκολούθῳ διέφθειρεν αὐτόν.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 1.30 Antiph. 2α.2 (English) >>Antiph. 2α.7

Powered by PhiloLogic