Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 2β.7 Antiph. 2β.10 (English) >>Antiph. 2β.13

2β.9ὡς δὲ τόνδε note τὸν κίνδυνον οὐκ ἀσφαλέστερον τοῦ ἀπὸ τῆς γραφῆς ἡγούμην εἶναι, ἀλλὰ πολλαπλάσιον, εἰ μὴ παρεφρόνουν, διδάξω. ἁλοὺς μὲν γὰρ τὴν γραφὴν τῆς μὲν οὐσίας ᾔδη ἐκστησόμενος, τοῦ δὲ σώματος καὶ τῆς πόλεως note οὐκ ἀπεστερούμην, περιγενόμενος δὲ καὶ λειφθείς, κἂν ἔρανον παρὰ τῶν φίλων συλλέξας, οὐκ ἂν εἰς τὰ ἔσχατα κακὰ ἦλθον· ἐὰν δὲ νῦν καταληφθεὶς ἀποθάνω, ἀνόσια ὀνείδη τοῖς παισὶν ὑπολείψω, φυγὼν γέρων καὶ ἄπολις ὢν ἐπὶ ξενίας πτωχεύσω. 2β.10οὕτω μὲν κατηγόρηταί μου, πάντα ἄπιστά ἐστιν· ἀπολύεσθαι δὲ ὑφʼ ὑμῶν, εἰ καὶ εἰκότως μὲν ὄντως δὲ μὴ ἀπέκτεινα τὸν ἄνδρα, πολὺ μᾶλλον δίκαιός εἰμι. ἐγώ τε γὰρ φανερὸν ὅτι μεγάλα ἀδικούμενος ἠμυνόμην note· οὐ γὰρ ἂν εἰκότως ἐδόκουν ἀποκτεῖναι αὐτόν· τούς τε ἀποκτείναντας καὶ οὐ τοὺς αἰτίαν ἔχοντας ἀποκτεῖναι ὀρθῶς ἂν καταλαμβάνοιτε. 2β.11ἐκ δὲ παντὸς τρόπου ἀπολυόμενος τῆς αἰτίας ἔγωγε οὔτε εἰς τὰ τεμένη εἰσιὼν τὴν ἁγνείαν τῶν θεῶν μιανῶ, οὔτε ὑμᾶς πείθων ἀπολῦσαί με ἀνόσια πράσσω. οἱ δὲ διώκοντες μὲν ἐμὲ τὸν ἀναίτιον, τὸν δʼ αἴτιον ἀφιέντες, τῆς τε ἀφορίας αἴτιοι γίγνονται, ὑμᾶς τε ἀσεβεῖς εἰς τοὺς θεοὺς πείθοντες καταστῆναι πάντων ὧν ἐμὲ ἄξιόν φασι παθεῖν εἶναι δίκαιοί εἰσι τυγχάνειν. 2β.12τούτους μὲν οὖν τούτων ἀξίους ὄντας ἀπίστους ἡγεῖσθε· ἐμὲ δὲ ἔκ γε note τῶν προειργασμένων γνώσεσθε οὔτε ἐπιβουλεύοντα οὔτε τῶν οὐ προσηκόντων ὀρεγόμενον, ἀλλὰ τἀναντία τούτων πολλὰς μὲν καὶ μεγάλας εἰσφορὰς εἰσφέροντα, πολλὰ δὲ τριηραρχοῦντα, λαμπρῶς δὲ χορηγοῦντα, πολλοῖς note δὲ ἐρανίζοντα, μεγάλας δὲ ὑπὲρ πολλῶν ἐγγύας ἀποτίνοντα, τὴν δὲ note οὐσίαν οὐ δικαζόμενον ἀλλʼ ἐργαζόμενον κεκτημένον, φιλοθύτην δὲ καὶ νόμιμον ὄντα. τοιούτου δὲ ὄντος μου μηδὲν ἀνόσιον μηδὲ αἰσχρὸν καταγνῶτε.


Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 2β.7 Antiph. 2β.10 (English) >>Antiph. 2β.13

Powered by PhiloLogic