Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 2β Antiph. 2γ (English) >>Antiph. 2δ

Ἐκ κατηγορίας ὕστερος 2γ.1

τε ἀτυχία ἀδικεῖται ὑπʼ αὐτοῦ, ἣν προϊστάμενος τῆς κακουργίας ἀφανίσαι τὴν αὑτοῦ μιαρίαν ζητεῖ· ὑπό τε ὑμῶν οὐκ ἄξιος ἐλεεῖσθαί ἐστιν, ἀκούσιον μὲν τῷ παθόντι περιθεὶς τὴν συμφοράν, ἑκουσίως δὲ αὐτὸς εἰς τοὺς κινδύνους καταστάς. ὡς μὲν οὖν ἀπέκτεινε τὸν ἄνδρα, ἐν τῷ προτέρῳ λόγῳ ἀπεδείξαμεν· ὡς δὲ οὐκ ὀρθῶς ἀπελογήθη, νῦν πειρασόμεθα ἐλέγχοντες. 2γ.2εἴτε γὰρ προσιόντας τινὰς προϊδόντες οἱ ἀποκτείναντες αὐτοὺς ἀπολιπόντες ᾤχοντο φεύγοντες πρότερον ἀπέδυσαν, οἱ ἐντυχόντες ἂν αὐτοῖς, note εἰ καὶ τὸν δεσπότην τεθνεῶτα ηὗρον, τόν γε θεράποντα, note ὃς ἔμπνους ἀρθεὶς ἐμαρτύρει note, ἔτι ἔμφρονα εὑρόντες, σαφῶς ἀνακρίναντες τοὺς ἐργασαμένους ἤγγειλαν ἂν ἡμῖν, καὶ οὐχ οὗτος ἂν τὴν αἰτίαν εἶχεν· εἴτε ἄλλοι τινὲς ἕτερόν τι τοιοῦτον κακουργοῦντες ὀφθέντες ὑπʼ αὐτῶν, ἵνα μὴ γνωσθῶσι διέφθειραν αὐτούς, ἅμα τῷ τούτων φόνῳ τὸ κακούργημα ἂν ἐκηρύσσετο καὶ εἰς τούτους ἂν ὑποψία ἧκεν. 2γ.3οἵ τε ἧσσον κινδυνεύοντες τῶν μᾶλλον ἐν φόβῳ ὄντων οὐκ οἶδʼ ὅπως ἂν μᾶλλον ἐπεβούλευσαν αὐτῷ· τοὺς μὲν γὰρ τε φόβος τε ἀδικία ἱκανὴ ἦν παῦσαι τῆς προμηθίας, τοῖς δὲ τε κίνδυνος τε αἰσχύνη μείζων οὖσα τῆς διαφορᾶς, εἰ καὶ διενοήθησαν ταῦτα πρᾶξαι, ἀρκοῦσα ἦν σωφρονίσαι τὸ θυμούμενον τῆς γνώμης. 2γ.4οὐκ ὀρθῶς δὲ τὴν τοῦ ἀκολούθου μαρτυρίαν ἄπιστον λέγουσιν εἶναι. οὐ γὰρ ἐπὶ ταῖς τοιαύταις μαρτυρίαις βασανίζονται, ἀλλʼ ἐλεύθεροι ἀφίενται· ὁπόταν δὲ κλέψαντες ἀπαρνῶνται συγκρύπτωσι τοῖς δεσπόταις, τότε βασανίζοντες ἀξιοῦμεν τἀληθῆ λέγειν αὐτούς. 2γ.5οὐδὲ μὴν ἀπογενέσθαι παραγενέσθαι εἰκότερον αὐτόν ἐστιν. εἰ γὰρ ἀπεγένετο, τὸν μὲν κίνδυνον τὸν αὐτὸν ἔμελλε καὶ παρὼν κινδυνεύεινπᾶς γὰρ αὐτῶν ληφθεὶς τοῦτον ἂν τὸν ἐπιβουλεύσαντα ἤλεγχεν ὄντατὸ δʼ ἔργον ἧσσον πράσσειν· οὐδεὶς γὰρ ὅστις τῶν παρόντων οὐκ ἂν ὀκνηρότερος εἰς τὴν πρᾶξιν ἦν. 2γ.6ὡς δʼ οὐκ ἐλάσσω ἀλλὰ πολὺ μείζω τὸν ἀπὸ τῆς γραφῆς κίνδυνον τόνδε ἡγεῖτο εἶναι, διδάξω. τὸ μὲν ἁλῶναι καὶ ἀποφυγεῖν ἀμφοτέρας τὰς διώξεις ἐν ἴσαις ἐλπίσι θῶμεν αὐτῷ εἶναι. μὴ παραχθῆναι δὲ τὴν γραφὴν οὐδεμίαν ἐλπίδα εἶχε τούτου γε ζῶντος· οὐ γὰρ ἂν ἐπείθετο αὐτῷ· εἰς note δὲ τόνδε τὸν ἀγῶνα note ἥξειν οὐκ ἤλπισε· λήσειν γὰρ ἐδόκει ἀποκτείνας αὐτόν. 2γ.7ἀξιῶν δὲ διὰ τὸ φανερὰν εἶναι τὴν ὑποψίαν αὐτῷ μὴ καταδοκεῖσθαι ὑφʼ ὑμῶν, οὐκ ὀρθῶς ἀξιοῖ. εἰ γὰρ note τοῦτον ἐν τοῖς μεγίστοις κινδύνοις ὄντα ἱκανὴ ἦν ὑποψία ἀποτρέψαι note τῆς ἐπιθέσεως, οὐδείς γʼ ἂν note ἐπεβούλευσεν αὐτῷ· πᾶς γὰρ ἄν τις τῶν ἧσσον κινδυνευόντων, τὴν ὑποψίαν μᾶλλον τοῦ κινδύνου φοβούμενος, ἧσσον οὗτος ἐπέθετο note αὐτῷ. 2γ.8αἱ δʼ εἰσφοραὶ καὶ χορηγίαι εὐδαιμονίας μὲν ἱκανὸν σημεῖόν ἐστι, τοῦ δὲ μὴ ἀποκτεῖναι τἀναντία· περὶ γὰρ αὐτῆς τῆς εὐδαιμονίας τρέμων μὴ ἀποστερηθῇ, εἰκότως μὲν ἀνοσίως δὲ ἀπέκτεινε note τὸν ἄνδρα. φάσκων δὲ οὐ τοὺς εἰκότως ἀλλʼ ὄντως note ἀποκτείναντας φονέας εἶναι, περὶ μὲν τῶν ἀποκτεινάντων ὀρθῶς λέγει, εἴπερ ἐγένετο φανερὸν ἡμῖν τίνες ἦσαν οἱ ἀποκτείναντες αὐτόν· μὴ δεδηλωμένων δὲ τῶν ἀποκτεινάντων, ὑπὸ τῶν εἰκότων ἐλεγχόμενος οὗτος ἂν καὶ οὐδεὶς ἕτερος <> note ἀποκτείνας αὐτὸν εἴη. οὐ γὰρ ἐπὶ note μαρτύρων ἀλλὰ κρυπτόμενα πράσσεται τὰ τοιαῦτα. 2γ.9οὕτω δὲ φανερῶς ἐκ τῆς αὑτοῦ ἀπολογίας ἐλεγχθεὶς διαφθείρας αὐτόν, οὐδὲν ἕτερον ὑμῶν δεῖται τὴν αὑτοῦ μιαρίαν εἰς ὑμᾶς αὐτοὺς ἐκτρέψαι. ἡμεῖς δὲ ὑμῶν δεόμεθα μὲν οὐδέν, λέγομεν δʼ ὑμῖν, εἰ μήτε ἐκ τῶν εἰκότων μήτε ἐκ τῶν μαρτυρουμένων οὗτος νῦν ἐλέγχεται, οὐκ ἔστιν ἔτι τῶν διωκομένων ἔλεγχος οὐδείς. 2γ.10σαφῆ μὲν γὰρ τὸν θάνατον γιγνώσκοντες, φανερῶς δὲ τὰ ἴχνη τῆς ὑποψίας εἰς τοῦτον φέροντα, πιστῶς δὲ τοῦ ἀκολούθου μαρτυροῦντος, πῶς ἂν δικαίως ἀπολύοιτε αὐτόν; ἀδίκως δʼ ἀπολυομένου τούτου ὑφʼ ὑμῶν, ἡμῖν μὲν προστρόπαιος ἀποθανὼν οὐκ ἔσται, ὑμῖν δὲ ἐνθύμιος γενήσεται. note 2γ.11ταῦτα οὖν εἰδότες βοηθεῖτε μὲν τῷ ἀποθανόντι, τιμωρεῖσθε δὲ τὸν ἀποκτείναντα, ἁγνεύετε δὲ τὴν πόλιν. τρία γὰρ ἀγαθὰ πράξετε· ἐλάσσους μὲν τοὺς ἐπιβουλεύοντας καταστήσετε, πλείους δὲ τοὺς τὴν εὐσέβειαν ἐπιτηδεύοντας, ἀπολύσεσθε note δʼ αὐτοὶ τῆς ὑπὲρ τούτου μιαρίας.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 2β Antiph. 2γ (English) >>Antiph. 2δ

Powered by PhiloLogic