Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 2γ.3 Antiph. 2γ.7 (English) >>Antiph. 2γ.11

2γ.5οὐδὲ μὴν ἀπογενέσθαι παραγενέσθαι εἰκότερον αὐτόν ἐστιν. εἰ γὰρ ἀπεγένετο, τὸν μὲν κίνδυνον τὸν αὐτὸν ἔμελλε καὶ παρὼν κινδυνεύεινπᾶς γὰρ αὐτῶν ληφθεὶς τοῦτον ἂν τὸν ἐπιβουλεύσαντα ἤλεγχεν ὄντατὸ δʼ ἔργον ἧσσον πράσσειν· οὐδεὶς γὰρ ὅστις τῶν παρόντων οὐκ ἂν ὀκνηρότερος εἰς τὴν πρᾶξιν ἦν. 2γ.6ὡς δʼ οὐκ ἐλάσσω ἀλλὰ πολὺ μείζω τὸν ἀπὸ τῆς γραφῆς κίνδυνον τόνδε ἡγεῖτο εἶναι, διδάξω. τὸ μὲν ἁλῶναι καὶ ἀποφυγεῖν ἀμφοτέρας τὰς διώξεις ἐν ἴσαις ἐλπίσι θῶμεν αὐτῷ εἶναι. μὴ παραχθῆναι δὲ τὴν γραφὴν οὐδεμίαν ἐλπίδα εἶχε τούτου γε ζῶντος· οὐ γὰρ ἂν ἐπείθετο αὐτῷ· εἰς note δὲ τόνδε τὸν ἀγῶνα note ἥξειν οὐκ ἤλπισε· λήσειν γὰρ ἐδόκει ἀποκτείνας αὐτόν. 2γ.7ἀξιῶν δὲ διὰ τὸ φανερὰν εἶναι τὴν ὑποψίαν αὐτῷ μὴ καταδοκεῖσθαι ὑφʼ ὑμῶν, οὐκ ὀρθῶς ἀξιοῖ. εἰ γὰρ note τοῦτον ἐν τοῖς μεγίστοις κινδύνοις ὄντα ἱκανὴ ἦν ὑποψία ἀποτρέψαι note τῆς ἐπιθέσεως, οὐδείς γʼ ἂν note ἐπεβούλευσεν αὐτῷ· πᾶς γὰρ ἄν τις τῶν ἧσσον κινδυνευόντων, τὴν ὑποψίαν μᾶλλον τοῦ κινδύνου φοβούμενος, ἧσσον οὗτος ἐπέθετο note αὐτῷ. 2γ.8αἱ δʼ εἰσφοραὶ καὶ χορηγίαι εὐδαιμονίας μὲν ἱκανὸν σημεῖόν ἐστι, τοῦ δὲ μὴ ἀποκτεῖναι τἀναντία· περὶ γὰρ αὐτῆς τῆς εὐδαιμονίας τρέμων μὴ ἀποστερηθῇ, εἰκότως μὲν ἀνοσίως δὲ ἀπέκτεινε note τὸν ἄνδρα. φάσκων δὲ οὐ τοὺς εἰκότως ἀλλʼ ὄντως note ἀποκτείναντας φονέας εἶναι, περὶ μὲν τῶν ἀποκτεινάντων ὀρθῶς λέγει, εἴπερ ἐγένετο φανερὸν ἡμῖν τίνες ἦσαν οἱ ἀποκτείναντες αὐτόν· μὴ δεδηλωμένων δὲ τῶν ἀποκτεινάντων, ὑπὸ τῶν εἰκότων ἐλεγχόμενος οὗτος ἂν καὶ οὐδεὶς ἕτερος <> note ἀποκτείνας αὐτὸν εἴη. οὐ γὰρ ἐπὶ note μαρτύρων ἀλλὰ κρυπτόμενα πράσσεται τὰ τοιαῦτα.


Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 2γ.3 Antiph. 2γ.7 (English) >>Antiph. 2γ.11

Powered by PhiloLogic