Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 2δ.8 Antiph. 2δ.11 (English) >>Antiph. 3α.1

2δ.10

ἐκ δὲ τῶν εἰκότων προσποιούμενοί με ἐλέγχειν, οὐκ εἰκότως ἀλλʼ ὄντως φονέα μέ φασι τοῦ ἀνδρὸς εἶναι. τὰ δὲ εἰκότα ἄλλα πρὸς ἐμοῦ μᾶλλον ἀποδέδεικται ὄντα. τε γὰρ καταμαρτυρῶν μου ἄπιστος ἐλήλεγκται ὤν, τε ἔλεγχος οὐκ ἔστι· τά τε τεκμήρια ἐμά, οὐ τούτων note ὄντα ἐδήλωσα· τά τε ἴχνη τοῦ φόνου οὐκ εἰς ἐμὲ φέροντα, ἀλλʼ εἰς τοὺς ἀπολυομένους ἀποδέδεικται ὑπʼ αὐτῶν. πάντων δὲ τῶν κατηγορηθέντων ἀπίστων ἐλεγχθέντων, οὐκ ἐὰν ἀποφύγω οὐκ ἔστιν ἐξ ὧν ἐλεγχθήσονται οἱ κακουργοῦντες, ἀλλʼ ἐὰν καταληφθῶ, note οὐδεμία ἀπολογία τοῖς διωκομένοις ἀρκοῦσά ἐστιν. 2δ.11

οὕτω δὲ ἀδίκως διώκοντές με, αὐτοὶ μὲν ἀνοσίως ἀποκτεῖναι ζητοῦντες καθαροί φασιν εἶναι, ἐμὲ δέ, ὃς εὐσεβεῖν ὑμᾶς πείθω, ἀνόσια δρᾶν λέγουσιν. ἐγὼ δὲ καθαρὸς ὢν πάντων τῶν ἐγκλημάτων ὑπὲρ <μὲν> note ἐμαυτοῦ ἐπισκήπτω αἰδεῖσθαι τὴν τῶν μηδὲν ἀδικούντων εὐσέβειαν, ὑπὲρ δὲ τοῦ ἀποθανόντος ἀναμιμνῄσκων τὴν ποινὴν παραινῶ ὑμῖν μὴ τὸν ἀναίτιον καταλαβόντας τὸν αἴτιον ἀφεῖναι· ἀποθανόντος γὰρ ἐμοῦ οὐδεὶς ἔτι τὸν αἴτιον ζητήσει. 2δ.12ταῦτα οὖν σεβόμενοι ὁσίως καὶ δικαίως ἀπολύετέ με, καὶ μὴ μετανοήσαντες τὴν ἁμαρτίαν γνῶτε· ἀνίατος γὰρ μετάνοια τῶν τοιούτων ἐστίν.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 2δ.8 Antiph. 2δ.11 (English) >>Antiph. 3α.1

Powered by PhiloLogic