Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 3β.1 Antiph. 3β.5 (English) >>Antiph. 3β.9

3β.4εἰ μὲν γὰρ τὸ ἀκόντιον ἔξω τῶν ὅρων τῆς αὑτοῦ πορείας ἐπὶ τὸν παῖδα ἐξενεχθὲν ἔτρωσεν αὐτόν, οὐδεὶς <ἂν> note ἡμῖν λόγος ὑπελείπετο μὴ φονεῦσιν note εἶναι· τοῦ δὲ παιδὸς ὑπὸ τὴν τοῦ ἀκοντίου φορὰν ὑποδραμόντος καὶ τὸ σῶμα προστήσαντος, < μὲν ἐκωλύθη> note τοῦ σκοποῦ τυχεῖν, δὲ ὑπὸ τὸ ἀκόντιον ὑπελθὼν ἐβλήθη, καὶ τὴν αἰτίαν οὐχ ἡμετέραν οὖσαν προσέβαλεν ἡμῖν. 3β.5διὰ δὲ τὴν ὑποδρομὴν βληθέντος τοῦ παιδός, τὸ μὲν μειράκιον οὐ δικαίως ἐπικαλεῖται, οὐδένα γὰρ ἔβαλε τῶν ἀπὸ τοῦ σκοποῦ ἀφεστώτων· δὲ παῖς εἴπερ ἑστὼς φανερὸς ὑμῖν ἐστι μὴ βληθείς, ἑκουσίως <δʼ> note ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθών, ἔτι σαφεστέρως δηλοῦται διὰ τὴν αὑτοῦ ἁμαρτίαν ἀποθανών· οὐ γὰρ ἂν ἐβλήθη ἀτρεμίζων καὶ μὴ διατρέχων. 3β.6ἀκουσίου δὲ τοῦ φόνου ἐξ ἀμφοῖν ὑμῖν ὁμολογουμένου γενέσθαι, ἐκ τῆς ἁμαρτίας, ὁποτέρου αὐτῶν ἐστίν, ἔτι γε note σαφέστερον <ἂν> note φονεὺς ἐλεγχθείη. οἵ τε γὰρ ἁμαρτάνοντες ὡς note ἂν ἐπινοήσωσί τι note δρᾶσαι, οὗτοι πράκτορες τῶν ἀκουσίων εἰσίν· οἵ τε note ἑκούσιόν τι δρῶντες πάσχοντες, οὗτοι τῶν παθημάτων αἴτιοι γίγνονται. 3β.7τὸ μὲν τοίνυν μειράκιον περὶ οὐδένα οὐδὲν ἥμαρτεν. οὔτε γὰρ ἀπειρημένον ἀλλὰ προστεταγμένον ἐξεμελέτα, οὔτε ἐν γυμναζομένοις ἀλλʼ ἐν τῇ τῶν ἀκοντιζόντων τάξει ἠκόντιζεν, οὔτε τοῦ σκοποῦ ἁμαρτών, εἰς τοὺς ἀφεστῶτας ἀκοντίσας, τοῦ παιδὸς ἔτυχεν, ἀλλὰ πάντα ὀρθῶς ὡς ἐπενόει δρῶν ἔδρασε μὲν οὐδὲν ἀκούσιον, ἔπαθε δὲ διακωλυθεὶς τοῦ σκοποῦ τυχεῖν.


Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 3β.1 Antiph. 3β.5 (English) >>Antiph. 3β.9

Powered by PhiloLogic