Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 3γ.12 Antiph. 3δ.1 (English) >>Antiph. 3δ.6

Ἐξ ἀπολογίας ὁ ὕστερος 3δ.1

τοῦτον μὲν εἰκὸς πρὸς τὴν ἑαυτοῦ κατηγορίαν προσέχοντα τὸν νοῦν μὴ μαθεῖν τὴν ἀπολογίαν μου· ὑμᾶς δὲ χρή, γιγνώσκοντας note ὅτι ἡμεῖς μὲν οἱ ἀντίδικοι κατʼ εὔνοιαν κρίνοντες τὸ πρᾶγμα εἰκότως δίκαια ἑκάτεροι αὑτοὺς οἰόμεθα λέγειν, ὑμᾶς δὲ ὁσίως ὁρᾶν προσήκει τὰ πραχθέντα· 3δ.2ἐκ τῶν λεγομένων γὰρ ἀλήθεια σκεπτέα αὐτῶν ἐστίν. ἐγὼ δέ, εἰ μέν τι ψεῦδος εἴρηκα, ὁμολογῶ καὶ τὰ ὀρθῶς εἰρημένα προσδιαβάλλειν ἄδικα εἶναι· εἰ δὲ ἀληθῆ μέν, λεπτὰ δὲ καὶ ἀκριβῆ, οὐκ ἐγὼ λέγων ἀλλʼ πράξας τὴν ἀπέχθειαν αὐτῶν δίκαιος φέρεσθαί ἐστι. 3δ.3

θέλω δὲ ὑμᾶς πρῶτον μαθεῖν, ὅτι οὐκ ἐάν τις φάσκῃ ἀποκτεῖναι, τοῦτʼ ἔστιν, ἀλλʼ ἐάν τις ἐλεγχθῇ. οὗτος δὲ ὁμολογῶν τὸ ἔργον ὡς ἡμεῖς λέγομεν γενέσθαι, ὑπὲρ τοῦ ἀποκτείναντος ἀμφισβητεῖ, ὃν ἀδύνατον ἀλλαχόθεν ἐκ τῶν πραχθέντων δηλοῦσθαι. 3δ.4σχετλιάζει δὲ κακῶς ἀκούειν φάσκων τὸν παῖδα, εἰ μήτε ἀκοντίσας μήτʼ ἐπινοήσας αὐθέντης ὢν ἀποδέδεικται, καὶ οὐ πρὸς τὰ λεγόμενα ἀπολογεῖται. οὐ γὰρ ἀκοντίσαι οὐδὲ βαλεῖν αὑτόν φημι τὸν παῖδα, ἀλλʼ ὑπὸ τὴν πληγὴν τοῦ ἀκοντίου ὑπελθόντα οὐχ ὑπὸ τοῦ μειρακίου ἀλλʼ ὑφʼ ἑαυτοῦ διαφθαρῆναι· οὐ γὰρ ἀτρεμίζων ἀπέθανε. τῆς δὲ διαδρομῆς αἰτίας ταύτης γιγνομένης, εἰ μὲν ὑπὸ τοῦ παιδοτρίβου καλούμενος διέτρεχεν, παιδοτρίβης ἂν ἀποκτείνας αὐτὸν εἴη, εἰ δʼ ὑφʼ ἑαυτοῦ πεισθεὶς ὑπῆλθεν, αὐτὸς ὑφʼ ἑαυτοῦ διέφθαρται.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 3γ.12 Antiph. 3δ.1 (English) >>Antiph. 3δ.6

Powered by PhiloLogic