Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 4β Antiph. 4γ (English) >>Antiph. 4δ

Ἐκ κατηγορίας ὁ ὕστερος 4γ.1

τοῦτόν τε οὐ θαυμάζω ἀνόσια δράσαντα ὅμοια οἷς εἴργασται λέγειν, ὑμῖν τε συγγιγνώσκω βουλομένοις τὴν ἀκρίβειαν τῶν πραχθέντων μαθεῖν τοιαῦτα ἀνέχεσθαι ἀκούοντας αὐτοῦ, ἐκβάλλεσθαι ἄξιά ἐστι. τὸν γὰρ ἄνδρα ὁμολογῶν τύπτειν τὰς πληγὰς ἐξ ὧν ἀπέθανεν, αὐτὸς μὲν τοῦ τεθνηκότος οὔ φησι φονεὺς εἶναι, ἡμᾶς δὲ τοὺς τιμωροῦντας αὐτῷ ζῶν τε καὶ βλέπων φονέας αὑτοῦ φησιν εἶναι. θέλω δὲ καὶ τἆλλα παραπλήσια ἀπολογηθέντα τούτοις ἐπιδεῖξαι αὐτόν. 4γ.2

εἶπε δὲ πρῶτον μέν, εἰ καὶ ἐκ τῶν πληγῶν ἀπέθανεν ἀνήρ, ὡς οὐκ ἀπέκτεινεν αὐτόν· τὸν γὰρ ἄρξαντα τῆς πληγῆς, τοῦτον αἴτιον τῶν πραχθέντων γενόμενον καταλαμβάνεσθαι ὑπὸ τοῦ νόμου, ἄρξαι δὲ τὸν ἀποθανόντα. μάθετε δὴ πρῶτον μὲν ὅτι ἄρξαι καὶ παροινεῖν τοὺς νεωτέρους τῶν πρεσβυτέρων εἰκότερόν ἐστι· τοὺς μὲν γὰρ τε μεγαλοφροσύνη τοῦ γένους τε ἀκμὴ τῆς ῥώμης note τε ἀπειρία τῆς μέθης ἐπαίρει τῷ θυμῷ χαρίζεσθαι, τοὺς δὲ τε ἐμπειρία τῶν παροινουμένων note τε ἀσθένεια τοῦ γήρως τε δύναμις τῶν νέων φοβοῦσα σωφρονίζει. 4γ.3

ὡς δὲ οὐδὲ τοῖς αὐτοῖς ἀλλὰ τοῖς ἐναντιωτάτοις ἠμύνατο αὐτόν, αὐτὸ τὸ ἔργον σημαίνει. μὲν γὰρ ἀκμαζούσῃ τῇ ῥώμῃ τῶν χειρῶν χρώμενος ἀπέκτεινεν· δὲ ἀδυνάτως τὸν κρείσσονα ἀμυνόμενος, οὐδὲ σημεῖον οὐδὲν ὧν ἠμύνατο ὑπολιπών, note ἀπέθανεν. εἰ δὲ ταῖς χερσὶν ἀπέκτεινε καὶ οὐ σιδήρῳ, ὅσον αἱ χεῖρες τοῦ σιδήρου οἰκειότεραι τούτῳ εἰσί, τοσούτῳ μᾶλλον φονεύς ἐστιν. 4γ.4

ἐτόλμησε δὲ εἰπεῖν ὡς ἄρξας τῆς πληγῆς καὶ μὴ διαφθείρας μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστι· τοῦτον γὰρ βουλευτὴν τοῦ θανάτου φησὶ γενέσθαι. ἐγὼ δὲ πολὺ τἀναντία τούτων φημί. εἰ γὰρ αἱ χεῖρες διανοούμεθα ἑκάστῳ ἡμῶν ὑπουργοῦσιν, μὲν πατάξας καὶ μὴ ἀποκτείνας τῆς πληγῆς βουλευτὴς ἐγένετο, δὲ θανασίμως τύπτων τοῦ θανάτου· ἐκ γὰρ ὧν ἐκεῖνος διανοηθεὶς ἔδρασεν, ἀνὴρ τέθνηκεν.

ἔστι δὲ μὲν ἀτυχία τοῦ πατάξαντος, δὲ συμφορὰ τοῦ παθόντος. μὲν γὰρ ἐξ ὧν ἔδρασεν ἐκεῖνος διαφθαρείς, οὐ τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀλλὰ τῇ τοῦ πατάξαντος χρησάμενος ἀπέθανεν· note δὲ μείζω ὧν ἤθελε πράξας, τῇ ἑαυτοῦ ἀτυχίᾳ ὃν οὐκ ἤθελεν ἀπέκτεινεν. 4γ.5

ὑπὸ δὲ τοῦ ἰατροῦ φάσκων αὐτὸν ἀποθανεῖν, θαυμάζω ὅτι οὐχ note ὑφʼ ἡμῶν τῶν συμβουλευσάντων ἐπιτρεφθῆναί φησιν αὐτὸν διαφθαρῆναι. καὶ γὰρ ἂν εἰ μὴ ἐπετρέψαμεν, ὑπʼ ἀθεραπείας ἂν ἔφη διαφθαρῆναι αὐτόν. εἰ δέ τοι καὶ ὑπὸ τοῦ ἰατροῦ ἀπέθανεν, ὡς οὐκ ἀπέθανεν, μὲν ἰατρὸς οὐ φονεὺς αὐτοῦ ἐστιν, γὰρ νόμος ἀπολύει αὐτόν, διὰ δὲ τὰς τούτου πληγὰς ἐπιτρεψάντων ἡμῶν αὐτῷ, πῶς ἂν ἄλλος τις βιασάμενος ἡμᾶς χρῆσθαι αὐτῷ φονεὺς εἴη ἄν; 4γ.6

οὕτω δὲ φανερῶς ἐκ παντὸς τρόπου ἐλεγχόμενος ἀποκτεῖναι τὸν ἄνδρα, εἰς τοῦτο τόλμης καὶ ἀναιδείας ἥκει, ὥστʼ οὐκ ἀρκοῦν αὐτῷ ἐστιν ὑπὲρ τῆς αὑτοῦ ἀσεβείας ἀπολογεῖσθαι, ἀλλὰ καὶ ἡμᾶς, οἳ τὸ τούτου μίασμα ἐπεξερχόμεθα, ἀθέμιστα καὶ ἀνόσια δρᾶν φησι. 4γ.7τούτῳ μὲν οὖν πρέπει καὶ ταῦτα καὶ ἔτι τούτων δεινότερα λέγειν, τοιαῦτα δεδρακότι· ἡμεῖς δὲ τόν <τε> note θάνατον φανερὸν ἀποδεικνύντες, τήν τε πληγὴν ὁμολογουμένην ἐξ ἧς ἀπέθανε, τόν τε νόμον εἰς τὸν πατάξαντα τὸν φόνον ἀνάγοντα, ἀντὶ τοῦ παθόντος ἐπισκήπτομεν ὑμῖν, τῷ τούτου φόνῳ τὸ μήνιμα τῶν ἀλιτηρίων ἀκεσαμένους πᾶσαν τὴν πόλιν καθαρὰν τοῦ μιάσματος καταστῆσαι.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 4β Antiph. 4γ (English) >>Antiph. 4δ

Powered by PhiloLogic