Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 4γ Antiph. 4δ (English) >>Antiph. 5

Ἐξ ἀπολογίας ὁ ὕστερος 4δ.1

μὲν ἀνήρ, καταγνοὺς αὐτὸς αὑτοῦ, ἀλλὰ τὴν σπουδὴν τῶν κατηγόρων φοβηθείς, ὑπαπέστη· ἡμῖν δὲ τοῖς φίλοις ζῶντι ἀποθανόντι εὐσεβέστερον ἀμύνειν αὐτῷ. ἄριστα μὲν οὖν αὐτὸς ἂν ὑπὲρ αὑτοῦ ἀπελογεῖτο· ἐπεὶ δὲ τάδε ἀκινδυνότερα ἔδοξεν εἶναι, ἡμῖν, note οἷς μέγιστον ἂν πένθος γένοιτο στερηθεῖσιν αὐτοῦ, ἀπολογητέον. 4δ.2δοκεῖ δέ μοι περὶ τὸν ἄρξαντα τῆς πληγῆς τὸ ἀδίκημα εἶναι. μὲν οὖν διώκων οὐκ εἰκόσι τεκμηρίοις χρώμενος τοῦτον τὸν ἄρξαντά φησιν εἶναι. εἰ μὲν γὰρ ὥσπερ βλέπειν μὲν τοῖν ὀφθαλμοῖν, ἀκούειν δὲ τοῖς ὠσίν, οὕτω κατὰ φύσιν ἦν ὑβρίζειν μὲν τοὺς νέους, σωφρονεῖν δὲ τοὺς γέροντας, οὐδὲν ἂν τῆς ὑμετέρας κρίσεως ἔδει· αὐτὴ γὰρ <ἂν> note ἡλικία τῶν νέων κατέκρινε· νῦν δὲ πολλοὶ μὲν νέοι σωφρονοῦντες, πολλοὶ δὲ πρεσβῦται παροινοῦντες, οὐδὲν μᾶλλον τῷ διώκοντι τῷ φεύγοντι τεκμήριον γίγνονται. 4δ.3

κοινοῦ δὲ τοῦ τεκμηρίου ἡμῖν ὄντος <καὶ> note τούτῳ, τῷ παντὶ προέχομεν· οἱ γὰρ μάρτυρες τοῦτόν φασιν ἄρξαι τῆς πληγῆς. ἄρξαντος δὲ τούτου, καὶ τῶν ἄλλων ἁπάντων <τῶν> note κατηγορουμένων ἀπολύεται τῆς αἰτίας. εἴπερ note γὰρ πατάξας, διὰ τὴν πληγὴν βιασάμενος ὑμᾶς ἐπιτρεφθῆναι ἰατρῷ, μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστιν, ἄρξας τῆς πληγῆς φονεὺς γίγνεται. οὗτος γὰρ ἠνάγκασε τόν τε ἀμυνόμενον ἀντιτύπτειν τόν τε πληγέντα ἐπὶ τὸν ἰατρὸν ἐλθεῖν. ἀνόσια γὰρ <ἂν> note note διωκόμενος πάθοι, εἰ μήτε ἀποκτείνας ὑπὲρ note τοῦ ἀποκτείναντος μήτε ἄρξας ὑπὲρ τοῦ ἄρξαντος φονεὺς ἔσται. 4δ.4

ἔστι δὲ οὐδὲ ἐπιβουλεύσας οὐδὲν μᾶλλον διωκόμενος τοῦ διώκοντος. εἰ γὰρ μὲν ἄρξας τῆς πληγῆς τύπτειν καὶ μὴ ἀποκτείνειν διενοήθη, δὲ ἀμυνόμενος ἀποκτεῖναι, οὗτος ἂν ἐπιβουλεύσας εἴη. νῦν δὲ καὶ ἀμυνόμενος τύπτειν καὶ οὐκ ἀποκτεῖναι διανοηθεὶς ἥμαρτεν, εἰς οὐκ ἐβούλετο πατάξας. 4δ.5τῆς μὲν οὖν πληγῆς βουλευτὴς ἐγένετο, τὸν δὲ θάνατον πῶς ἂν ἐπεβούλευσεν, ὅς γε note ἀκουσίως ἐπάταξεν;

οἰκεῖον δὲ καὶ τὸ ἁμάρτημα τῷ ἄρξαντι μᾶλλον τῷ ἀμυνομένῳ ἐστίν. μὲν γὰρ ἔπασχεν ἀντιδρᾶν ζητῶν, ὑπʼ ἐκείνου βιαζόμενος ἐξήμαρτεν· δὲ διὰ τὴν αὑτοῦ ἀκολασίαν πάντα δρῶν καὶ πάσχων, καὶ τῆς ἑαυτοῦ note καὶ τῆς ἐκείνου ἁμαρτίας <αἴτιος ὢν> note δίκαιος φονεὺς εἶναί ἐστιν. 4δ.6

ὡς δὲ οὐδὲ κρεισσόνως note ἀλλὰ πολὺ ὑποδεεστέρως ὧν ἔπασχεν ἠμύνετο, διδάξω. μὲν ὑβρίζων καὶ παροινῶν πάντʼ ἔδρα καὶ οὐδὲν ἠμύνατο· δὲ μὴ πάσχειν ἀλλὰ ἀπωθεῖσθαι ζητῶν, τε ἔπασχεν ἀκουσίως ἔπασχεν, τʼ ἔδρασε τὰ παθήματα βουλόμενος διαφυγεῖν ἐλασσόνως κατʼ ἀξίαν τὸν ἄρξαντα ἠμύνετο, καὶ οὐκ ἔδρα. 4δ.7

εἰ δὲ κρείσσων ὢν τὰς χεῖρας κρεισσόνως ἠμύνετο ἔπασχεν, οὐδʼ οὕτω δίκαιος ὑφʼ ὑμῶν καταλαμβάνεσθαί ἐστι. τῷ μὲν γὰρ ἄρξαντι πανταχοῦ μεγάλα ἐπιτίμια ἐπίκειται, τῷ δὲ ἀμυνομένῳ οὐδαμοῦ οὐδὲν ἐπιτίμιον γέγραπται. 4δ.8

πρὸς δὲ τὸ μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν ἀποκέκριται· οὐ γὰρ ὑπὸ τῶν πληγῶν ἀλλʼ ὑπὸ τοῦ ἰατροῦ ἀνὴρ ἀπέθανεν, ὡς οἱ μάρτυρες μαρτυροῦσιν. ἔστι δὲ καὶ τύχη τοῦ ἄρξαντος καὶ οὐ τοῦ ἀμυνομένου. μὲν γὰρ ἀκουσίως πάντα δράσας καὶ παθὼν ἀλλοτρίᾳ τύχῃ κέχρηται· δὲ ἑκουσίως πάντα πράξας, ἐκ τῶν αὑτοῦ ἔργων τὴν note τύχην προσαγόμενος, note τῇ αὑτοῦ ἀτυχίᾳ ἥμαρτεν. 4δ.9

ὡς μὲν οὖν note οὐδενὶ ἔνοχος τῶν κατηγορημένων διωκόμενός ἐστιν, ἀποδέδεικται. εἰ δέ τις κοινὴν μὲν τὴν πρᾶξιν, κοινὴν δὲ τὴν ἀτυχίαν αὐτῶν ἡγούμενος εἶναι, μηδὲν ἀπολύσιμον μᾶλλον καταλήψιμον ἐκ τῶν λεγομένων γιγνώσκει αὐτὸν ὄντα, καὶ οὕτως ἀπολύειν μᾶλλον καταλαμβάνειν δίκαιός note ἐστι. τόν τε γὰρ διώκοντα οὐ δίκαιον καταλαμβάνειν, μὴ σαφῶς διδάξαντα ὅτι ἀδικεῖται· τόν τε φεύγοντα ἀνόσιον ἁλῶναι, μὴ φανερῶς ἐλεγχθέντα ἐπικαλεῖται. 4δ.10

οὑτωσὶ δὲ ἐκ παντὸς τρόπου τῶν ἐγκλημάτων ἀπολυομένου τοῦ ἀνδρός, ἡμεῖς ὁσιώτερον ὑμῖν ἐπισκήπτομεν ὑπὲρ αὐτοῦ, μὴ τὸν φονέα ζητοῦντας κολάζειν τὸν καθαρὸν ἀποκτείνειν. τε γὰρἀποκτείνας τοῦ ἀποθανόντοςnote οὐδὲν ἧσσον τοῖς αἰτίοις προστρόπαιος ἔσται, note οὗτός τε ἀνοσίως διαφθαρεὶς διπλάσιον καθίστησι τὸ μίασμα note τῶν ἀλιτηρίων τοῖς ἀποκτείνασιν αὐτόν. ταῦτα οὖν δεδιότες, τὸν μὲν καθαρὸν ὑμέτερον ἡγεῖσθε note εἶναι ἀπολύειν τῆς αἰτίας, τὸν δὲ μιαρὸν τῷ χρόνῳ ἀποδόντες φῆναι τοῖς ἔγγιστα τιμωρεῖσθαι ὑπολείπετε· οὕτω γὰρ ἂν note δικαιότατα καὶ ὁσιώτατα πράξαιτʼ ἄν.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 4γ Antiph. 4δ (English) >>Antiph. 5

Powered by PhiloLogic