Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 4γ.6 Antiph. 4δ.1 (English) >>Antiph. 4δ.5

Ἐξ ἀπολογίας ὁ ὕστερος 4δ.1

μὲν ἀνήρ, καταγνοὺς αὐτὸς αὑτοῦ, ἀλλὰ τὴν σπουδὴν τῶν κατηγόρων φοβηθείς, ὑπαπέστη· ἡμῖν δὲ τοῖς φίλοις ζῶντι ἀποθανόντι εὐσεβέστερον ἀμύνειν αὐτῷ. ἄριστα μὲν οὖν αὐτὸς ἂν ὑπὲρ αὑτοῦ ἀπελογεῖτο· ἐπεὶ δὲ τάδε ἀκινδυνότερα ἔδοξεν εἶναι, ἡμῖν, note οἷς μέγιστον ἂν πένθος γένοιτο στερηθεῖσιν αὐτοῦ, ἀπολογητέον. 4δ.2δοκεῖ δέ μοι περὶ τὸν ἄρξαντα τῆς πληγῆς τὸ ἀδίκημα εἶναι. μὲν οὖν διώκων οὐκ εἰκόσι τεκμηρίοις χρώμενος τοῦτον τὸν ἄρξαντά φησιν εἶναι. εἰ μὲν γὰρ ὥσπερ βλέπειν μὲν τοῖν ὀφθαλμοῖν, ἀκούειν δὲ τοῖς ὠσίν, οὕτω κατὰ φύσιν ἦν ὑβρίζειν μὲν τοὺς νέους, σωφρονεῖν δὲ τοὺς γέροντας, οὐδὲν ἂν τῆς ὑμετέρας κρίσεως ἔδει· αὐτὴ γὰρ <ἂν> note ἡλικία τῶν νέων κατέκρινε· νῦν δὲ πολλοὶ μὲν νέοι σωφρονοῦντες, πολλοὶ δὲ πρεσβῦται παροινοῦντες, οὐδὲν μᾶλλον τῷ διώκοντι τῷ φεύγοντι τεκμήριον γίγνονται. 4δ.3

κοινοῦ δὲ τοῦ τεκμηρίου ἡμῖν ὄντος <καὶ> note τούτῳ, τῷ παντὶ προέχομεν· οἱ γὰρ μάρτυρες τοῦτόν φασιν ἄρξαι τῆς πληγῆς. ἄρξαντος δὲ τούτου, καὶ τῶν ἄλλων ἁπάντων <τῶν> note κατηγορουμένων ἀπολύεται τῆς αἰτίας. εἴπερ note γὰρ πατάξας, διὰ τὴν πληγὴν βιασάμενος ὑμᾶς ἐπιτρεφθῆναι ἰατρῷ, μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστιν, ἄρξας τῆς πληγῆς φονεὺς γίγνεται. οὗτος γὰρ ἠνάγκασε τόν τε ἀμυνόμενον ἀντιτύπτειν τόν τε πληγέντα ἐπὶ τὸν ἰατρὸν ἐλθεῖν. ἀνόσια γὰρ <ἂν> note note διωκόμενος πάθοι, εἰ μήτε ἀποκτείνας ὑπὲρ note τοῦ ἀποκτείναντος μήτε ἄρξας ὑπὲρ τοῦ ἄρξαντος φονεὺς ἔσται.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 4γ.6 Antiph. 4δ.1 (English) >>Antiph. 4δ.5

Powered by PhiloLogic