Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 4δ Antiph. 5 (English) >>Antiph. 6

Περὶ τοῦ Ἡρῴδου φόνου 5.1

ἐβουλόμην μέν, ἄνδρες, τὴν δύναμιν τοῦ λέγειν καὶ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐξ ἴσου μοι καθεστάναι τῇ τε συμφορᾷ καὶ τοῖς κακοῖς τοῖς γεγενημένοις· νῦν δὲ τοῦ μὲν πεπείραμαι πέρᾳ τοῦ προσήκοντος, τοῦ δὲ ἐνδεής εἰμι μᾶλλον τοῦ συμφέροντος. 5.2οὗ μὲν γάρ με ἔδει κακοπαθεῖν τῷ σώματι μετὰ τῆς αἰτίας τῆς οὐ προσηκούσης, ἐνταυθοῖ οὐδέν με ὠφέλησεν ἐμπειρία· οὗ δέ με δεῖ σωθῆναι μετὰ τῆς ἀληθείας εἰπόντα τὰ γενόμενα, ἐν τούτῳ με βλάπτει τοῦ λέγειν ἀδυνασία. note 5.3πολλοὶ μὲν note γὰρ ἤδη τῶν οὐ δυναμένων λέγειν, ἄπιστοι γενόμενοι τοῖς ἀληθέσιν, αὐτοῖς τούτοις ἀπώλοντο, οὐ δυνάμενοι δηλῶσαι αὐτά· πολλοὶ δὲ τῶν λέγειν δυναμένων note πιστοὶ γενόμενοι τῷ ψεύδεσθαι, τούτῳ ἐσώθησαν, διότι ἐψεύσαντο. ἀνάγκη οὖν, ὅταν τις ἄπειρος τοῦ ἀγωνίζεσθαι, ἐπὶ τοῖς τῶν κατηγόρων λόγοις εἶναι μᾶλλον ἐπʼ αὐτοῖς τοῖς ἔργοις καὶ τῇ ἀληθείᾳ τῶν πραγμάτων. 5.4

ἐγὼ οὖν, ἄνδρες, αἰτήσομαι note ὑμᾶς, οὐχ ἅπερ οἱ πολλοὶ τῶν ἀγωνιζομένων ἀκροᾶσθαι σφῶν αὐτῶν αἰτοῦνται, σφίσι μὲν αὐτοῖς ἀπιστοῦντες, ὑμῶν δὲ προκατεγνωκότες ἄδικόν τιεἰκὸς γὰρ ἐν ἀνδράσι γε ἀγαθοῖς καὶ ἄνευ τῆς αἰτήσεως τὴν ἀκρόασιν ὑπάρχειν τοῖς φεύγουσιν, οὗπερ καὶ οἱ διώκοντες ἔτυχον ἄνευ αἰτήσεως·— 5.5τάδε δὲ note δέομαι ὑμῶν, τοῦτο μὲν ἐάν τι τῇ γλώσσῃ ἁμάρτω, συγγνώμην ἔχειν μοι note, καὶ ἡγεῖσθαι ἀπειρίᾳ αὐτὸ μᾶλλον ἀδικίᾳ ἡμαρτῆσθαι, τοῦτο δὲ ἐάν τι ὀρθῶς εἴπω, ἀληθείᾳ μᾶλλον δεινότητι εἰρῆσθαι. οὐ γὰρ δίκαιον οὔτʼ ἔργῳ ἁμαρτόντα διὰ ῥήματα σωθῆναι, οὔτʼ ἔργῳ ὀρθῶς πράξαντα διὰ ῥήματα ἀπολέσθαι· τὸ μὲν γὰρ ῥῆμα τῆς γλώσσης ἁμάρτημά ἐστι, τὸ δʼ ἔργον τῆς γνώμης. 5.6ἀνάγκη δὲ κινδυνεύοντα περὶ αὑτῷ καί πού τι καὶ ἐξαμαρτεῖν. οὐ γὰρ μόνον τῶν λεγομένων ἀνάγκη ἐνθυμεῖσθαι, ἀλλὰ καὶ τῶν ἐσομένων· ἅπαντα γὰρ τὰ ἐν ἀδήλῳ ἔτʼ ὄντα ἐπὶ τῇ τύχῃ μᾶλλον ἀνάκειται τῇ προνοίᾳ. ταῦτʼ οὖν ἔκπληξιν πολλὴν παρέχειν ἀνάγκη ἐστὶ τῷ κινδυνεύοντι. 5.7ὁρῶ γὰρ ἔγωγε καὶ τοὺς πάνυ ἐμπείρους τοῦ ἀγωνίζεσθαι πολλῷ χεῖρον ἑαυτῶν λέγοντας, ὅταν ἔν τινι κινδύνῳ ὦσιν· ὅταν δʼ ἄνευ κινδύνων τι διαπράσσωνται, μᾶλλον ὀρθουμένους. 5.8

μὲν οὖν αἴτησις, ἄνδρες, καὶ νομίμως καὶ ὁσίως ἔχουσα, καὶ ἐν τῷ ὑμετέρῳ δικαίῳ οὐχ ἧσσον ἐν τῷ ἐμῷ· περὶ δὲ τῶν κατηγορημένων ἀπολογήσομαι καθʼ ἕκαστον.

πρῶτον μὲν οὖν, ὡς παρανομώτατα καὶ βιαιότατα εἰς τόνδε τὸν ἀγῶνα καθέστηκα, τοῦτο ὑμᾶς διδάξω, οὐ τῷ φεύγειν ἂν τὸ πλῆθος τὸ ὑμέτερον, ἐπεὶ κἂν ἀνωμότοις ὑμῖν καὶ μὴ κατὰ νόμον μηδένα ἐπιτρέψαιμι περὶ τοῦ σώματος τοῦ ἐμοῦ διαψηφίσασθαι, ἕνεκά γε τοῦ πιστεύειν ἐμοί τε μηδὲν ἐξημαρτῆσθαι εἰς τόδε τὸ πρᾶγμα καὶ ὑμᾶς γνώσεσθαι τὰ δίκαια, ἀλλʼ ἵνα τεκμήρια ὑμῖν note καὶ τῶν ἄλλων πραγμάτων καὶ note τῶν εἰς ἐμὲ τούτων βιαιότης καὶ παρανομία. 5.9

πρῶτον μὲν γὰρ κακοῦργος ἐνδεδειγμένος φόνου δίκην φεύγω, οὐδεὶς πώποτʼ ἔπαθε τῶν ἐν τῇ γῇ ταύτῃ. καὶ ὡς μὲν οὐ κακοῦργός εἰμι οὐδʼ ἔνοχος τῷ τῶν κακούργων νόμῳ, αὐτοὶ οὗτοι τούτου γε μάρτυρες γεγένηνται. περὶ γὰρ τῶν κλεπτῶν καὶ λωποδυτῶν νόμος κεῖται, ὧν οὐδὲν ἐμοὶ προσὸν ἀπέδειξαν. οὕτως εἴς γε ταύτην τὴν ἀπαγωγὴν νομιμωτάτην καὶ δικαιοτάτην πεποιήκασιν ὑμῖν τὴν ἀποψήφισίν μου. 5.10φασὶ δὲ αὖ τό γε note ἀποκτείνειν μέγα κακούργημα εἶναι, καὶ ἐγὼ ὁμολογῶ μέγιστόν γε, καὶ τὸ ἱεροσυλεῖν καὶ τὸ προδιδόναι τὴν πόλιν· ἀλλὰ χωρὶς περὶ αὐτῶν ἑκάστου οἱ νόμοι κεῖνται. ἐμοὶ δὲ πρῶτον μέν, οὗ τοῖς ἄλλοις εἴργεσθαι προαγορεύουσι τοῖς τοῦ φόνου φεύγουσι τὰς δίκας, ἐνταυθοῖ πεποιήκασι τὴν κρίσιν, ἐν τῇ ἀγορᾷ· ἔπειτα τίμησίν μοι ἐποίησαν, ἀνταποθανεῖν τοῦ νόμου κειμένου τὸν ἀποκτείναντα, οὐ τοῦ ἐμοὶ συμφέροντος ἕνεκα, ἀλλὰ τοῦ σφίσιν αὐτοῖς λυσιτελοῦντος, καὶ ἐνταῦθα ἔλασσον ἔνειμαν note τῷ τεθνηκότι τῶν ἐν τῷ νόμῳ κειμένων· οὗ δʼ ἕνεκα, γνώσεσθε προϊόντος τοῦ λόγου. 5.11

ἔπειτα δέ, πάντας οἶμαι ὑμᾶς ἐπίστασθαι, ἅπαντα τὰ δικαστήρια ἐν ὑπαίθρῳ δικάζει τὰς δίκας τοῦ φόνου, οὐδενὸς ἄλλου ἕνεκα ἵνα τοῦτο μὲν οἱ δικασταὶ μὴ ἴωσιν εἰς τὸ αὐτὸ τοῖς μὴ καθαροῖς τὰς χεῖρας, τοῦτο δὲ διώκων τὴν δίκην τοῦ φόνου ἵνα μὴ ὁμωρόφιος γίγνηται τῷ αὐθέντῃ· σὺ δὲ τοῦτο μὲν παρελθὼν τοῦτον τὸν νόμον τοὐναντίον τοῖς ἄλλοις πεποίηκας· τοῦτο δὲ δέον σε διομόσασθαι ὅρκον τὸν μέγιστον καὶ ἰσχυρότατον, ἐξώλειαν σαυτῷ note καὶ γένει καὶ οἰκίᾳ τῇ σῇ ἐπαρώμενον, μὴν μὴ ἄλλα κατηγορήσειν ἐμοῦ εἰς αὐτὸν τὸν φόνον, ὡς ἔκτεινα, ἐν οὔτʼ ἂν κακὰ πολλὰ εἰργασμένος ἡλισκόμην ἄλλῳ αὐτῷ τῷ πράγματι, οὔτʼ ἂν πολλὰ ἀγαθὰ εἰργασμένος τούτοις ἂν ἐσῳζόμην τοῖς ἀγαθοῖς· 5.12 σὺ παρελθών, noteαὐτὸς σεαυτῷ νόμους ἐξευρών, ἀνώμοτος μὲν αὐτὸς ἐμοῦ κατηγορεῖς, ἀνώμοτοι δὲ οἱ μάρτυρες καταμαρτυροῦσι, δέον αὐτοὺς τὸν αὐτὸν ὅρκον σοὶ διομοσαμένους καὶ ἁπτομένους τῶν σφαγίων καταμαρτυρεῖν ἐμοῦ. ἔπειτα κελεύεις τοὺς δικαστὰς ἀνωμότοις πιστεύσαντας τοῖς μαρτυροῦσι φόνου δίκην καταγνῶναι, οὓς σὺ αὐτὸς ἀπίστους κατέστησας παρελθὼν τοὺς κειμένους νόμους, καὶ ἡγῇ note χρῆναι αὐτοῖς σὴν παρανομίαν κρείσσω γενέσθαι αὐτῶν τῶν νόμων. 5.13

λέγεις δὲ ὡς οὐκ ἂν παρέμεινα εἰ ἐλελύμην, ἀλλʼ ᾠχόμην ἂν ἀπιών, note ὡσπερεὶ ἄκοντά με ἀναγκάσας εἰσελθεῖν εἰς τὴν γῆν ταύτην. καίτοι ἐμοὶ εἰ μηδὲν διέφερε στέρεσθαι τῆσδε τῆς πόλεως, ἴσον ἦν μοι καὶ προσκληθέντι μὴ ἐλθεῖν, ἀλλʼ ἐρήμην ὀφλεῖν τὴν δίκην, note τοῦτο δʼ ἀπολογησαμένῳ τὴν προτέραν ἐξεῖναι ἐξελθεῖν· ἅπασι γὰρ τοῦτο κοινόν ἐστι. σὺ δέ, τοῖς ἄλλοις Ἕλλησι κοινόν ἐστιν, ἰδίᾳ ζητεῖς με μόνον ἀποστερεῖν, αὐτὸς σαυτῷ νόμον θέμενος. 5.14

καίτοι τούς γε νόμους οἳ κεῖνται περὶ τῶν τοιούτων, πάντας ἂν οἶμαι ὁμολογῆσαι κάλλιστα νόμων ἁπάντων κεῖσθαι καὶ ὁσιώτατα. ὑπάρχει μέν γε αὐτοῖς ἀρχαιοτάτοις εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς ἀεὶ περὶ τῶν αὐτῶν, ὅπερ μέγιστόν ἐστι σημεῖον νόμων καλῶς κειμένων· γὰρ χρόνος καὶ ἐμπειρία τὰ μὴ καλῶς ἔχοντα ἐκδιδάσκει τοὺς ἀνθρώπους. ὥστε οὐ δεῖ ὑμᾶς note ἐκ τῶν τοῦ κατηγόρου λόγων τοὺς νόμους καταμανθάνειν, εἰ καλῶς ὑμῖν κεῖνται μή, ἀλλʼ ἐκ τῶν νόμων τοὺς τοῦ κατηγόρου λόγους, εἰ ὀρθῶς καὶ νομίμως ὑμᾶς διδάσκουσι note τὸ πρᾶγμα οὔ. 5.15

οὕτως οἵ γε νόμοι κάλλιστα κεῖνται οἱ περὶ φόνου, οὓς οὐδεὶς πώποτε ἐτόλμησε κινῆσαι· σὺ δὲ μόνος δὴ τετόλμηκας γενέσθαι νομοθέτης ἐπὶ τὰ πονηρότερα, note καὶ ταῦτα παρελθὼν ζητεῖς με ἀδίκως ἀπολέσαι. δὲ σὺ παρανομεῖς, αὐτὰ ταῦτά μοι μέγιστα μαρτύριά note ἐστιν· εὖ γὰρ ᾔδεις ὅτι οὐδεὶς ἂν ἦν σοι ὃς ἐκεῖνον τὸν ὅρκον διομοσάμενος ἐμοῦ κατεμαρτύρησεν. 5.16

ἔπειτα δὲ οὐχ ὡς πιστεύων τῷ πράγματι ἀναμφισβητήτως ἕνα τὸν ἀγῶνα περὶ τοῦ πράγματος ἐποιήσω, ἀλλὰ ἀμφισβήτησιν καὶ λόγον ὑπελίπου ὡς καὶ τοῖσδε τοῖς δικασταῖς ἀπιστήσων. ὥστε μηδέν μοι ἐνθάδε μηδὲ note πλέον εἶναι μηδʼ ἀποφυγόντι, ἀλλʼ ἐξεῖναί σοι λέγειν ὅτι κακοῦργος ἀπέφυγον, ἀλλʼ οὐ τοῦ φόνου τὴν δίκην· ἑλὼν δʼ αὖ ἀξιώσεις note με ἀποκτεῖναι ὡς τοῦ φόνου τὴν δίκην ὠφληκότα. καίτοι πῶς ἂν εἴη τούτων δεινότερα μηχανήματα, εἰ ὑμῖν μὲν ἅπαξ τουτουσὶ πείσασι κατείργασται βούλεσθε, ἐμοὶ δʼ ἅπαξ ἀποφυγόντι; αὐτὸς κίνδυνος ὑπολείπεται; 5.17

ἔτι δὲ μάλʼ ἐδέθην, ἄνδρες, παρανομώτατα ἁπάντων ἀνθρώπων. ἐθέλοντος γάρ μου ἐγγυητὰς τρεῖς καθιστάναι κατὰ τὸν νόμου, οὕτως οὗτοι note διεπράξαντο τοῦτο ὥστε μὴ ἐγγενέσθαι μοι note ποιῆσαι. τῶν δὲ ἄλλων ξένων ὅτις πώποτε ἠθέλησε καταστῆσαι ἐγγυητάς, οὐδεὶς πώποτʼ ἐδέθη. καίτοι οἱ ἐπιμεληταὶ τῶν κακούργων τῷ αὐτῷ χρῶνται νόμῳ τούτῳ. ὥστε καὶ οὗτος κοινὸς τοῖς ἄλλοις πᾶσιν ὢν ἐμοὶ μόνῳ ἐπέλιπε μὴ ἀπολῦσαι τοῦ δεσμοῦ. note 5.18τούτοις γὰρ ἦν τοῦτο συμφέρον, πρῶτον μὲν ἀπαρασκευότατον γενέσθαι με, μὴ δυνάμενον διαπράσσεσθαι αὐτὸν τἀμαυτοῦ πράγματα, ἔπειτα κακοπαθεῖν τῷ σώματι, τούς τε φίλους προθυμοτέρους ἔχειν τοὺς ἐμαυτοῦ τούτοις τὰ ψευδῆ μαρτυρεῖν ἐμοὶ τἀληθῆ λέγειν, διὰ τὴν τοῦ σώματος κακοπάθειαν. ὄνειδός τε αὐτῷ τε note ἐμοὶ περιέθεσαν καὶ τοῖς ἐμοῖς προσήκουσιν εἰς τὸν βίον ἅπαντα. 5.19

οὑτωσὶ μὲν δὴ πολλοῖς ἐλασσωθεὶς note τῶν νόμων τῶν ὑμετέρων καὶ τοῦ δικαίου καθέστηκα εἰς τὸν ἀγῶνα· ὅμως μέντοι γε καὶ ἐκ τούτων πειράσομαι ἐμαυτὸν ἀναίτιον ἐπιδεῖξαι. καίτοι χαλεπόν γε τὰ ἐκ πολλοῦ κατεψευσμένα καὶ ἐπιβεβουλευμένα, ταῦτα παραχρῆμα ἀπελέγχειν· γάρ τις μὴ προσεδόκησεν, οὐδὲ φυλάξασθαι ἐγχωρεῖ. 5.20

ἐγὼ δὲ τὸν μὲν πλοῦν ἐποιησάμην ἐκ τῆς Μυτιλήνης, ἄνδρες, ἐν τῷ πλοίῳ πλέων Ἡρῴδης οὗτος, ὅν φασιν ὑπʼ ἐμοῦ ἀποθανεῖν· ἐπλέομεν δὲ εἰς τὴν Αἶνον, ἐγὼ μὲν ὡς τὸν πατέραἐτύγχανε γὰρ ἐκεῖ ὢν τότε δʼ Ἡρῴδης ἀνδράποδα Θρᾳξὶν ἀνθρώποις ἀπολύσων. συνέπλει δὲ τά τε ἀνδράποδα ἔδει αὐτὸν ἀπολῦσαι, καὶ οἱ Θρᾷκες οἱ λυσόμενοι. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρέξομαι.

Μάρτυρες

5.21

μὲν πρόφασις ἑκατέρῳ τοῦ πλοῦ αὕτη· ἐτύχομεν δὲ χειμῶνί τινι χρησάμενοι, ὑφʼ οὗ ἠναγκάσθημεν κατασχεῖν εἰς τῆς Μηθυμναίας τι χωρίον, note οὗ τὸ πλοῖον ὥρμει τοῦτο εἰς μετεκβάντα note φασὶν ἀποθανεῖν αὐτόν , τὸν Ἡρῴδην. note

καὶ πρῶτον μὲν αὐτὰ ταῦτα σκοπεῖτε, ὅτι <οὐ τῇ >μῇ προνοίᾳ note μᾶλλον ἐγίγνετο τύχῃ. οὔτε γὰρ πείσας τὸν ἄνδρα οὐδαμοῦ ἀπελέγχομαι σύμπλουν μοι γενέσθαι, ἀλλʼ αὐτὸς καθʼ αὑτὸν note τὸν πλοῦν πεποιημένος ἕνεκα πραγμάτων ἰδίων· 5.22οὔτʼ αὖ ἐγὼ ἄνευ προφάσεως ἱκανῆς φαίνομαι τὸν πλοῦν ποιησάμενος εἰς τὴν Αἶνον, οὔτε κατασχόντες εἰς τὸ χωρίον τοῦτο ἀπὸ παρασκευῆς οὐδεμιᾶς, ἀλλʼ ἀνάγκῃ χρησάμενοι· οὔτʼ αὖ ἐπειδὴ ὡρμισάμεθα, μετέκβασις note ἐγένετο εἰς τὸ ἕτερον πλοῖον οὐδενὶ μηχανήματι οὐδʼ ἀπάτῃ, ἀλλʼ ἀνάγκῃ καὶ τοῦτο ἐγίγνετο. ἐν μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς δὲ μετέβημεν, ἐστεγασμένον· τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτʼ ἦν. τούτων δʼ ὑμῖν μάρτυρας note παρέξομαι.

Μάρτυρες

5.23

ἐπειδὴ δὲ μετεξέβημεν note εἰς τὸ ἕτερον πλοῖον, ἐπίνομεν. καὶ μέν ἐστι φανερὸς ἐκβὰς ἐκ τοῦ πλοίου καὶ οὐκ εἰσβὰς πάλιν· ἐγὼ δὲ τὸ παράπαν οὐκ ἐξέβην ἐκ note τοῦ πλοίου τῆς νυκτὸς ἐκείνης. τῇ δʼ ὑστεραίᾳ, ἐπειδὴ ἀφανὴς ἦν ἀνήρ, ἐζητεῖτο οὐδέν τι μᾶλλον ὑπὸ τῶν ἄλλων καὶ ὑπʼ ἐμοῦ· καὶ εἴ τῳ τῶν ἄλλων ἐδόκει δεινὸν εἶναι, καὶ ἐμοὶ ὁμοίως. καὶ εἴς τε τὴν Μυτιλήνην ἐγὼ αἴτιος πεμφθῆναι ἄγγελον, καὶ τῇ ἐμῇ γνώμῃ ἐπέμπετο. 5.24καὶ ἄλλου οὐδενὸς ἐθέλοντος βαδίζειν, οὔτε τῶν ἀπὸ τοῦ πλοίου οὔτε τῶν αὐτῷ τῷ Ἡρῴδῃ συμπλεόντων, ἐγὼ τὸν ἀκόλουθον τὸν ἐμαυτοῦ πέμπειν ἕτοιμος · καίτοι οὐ δήπου γε κατʼ ἐμαυτοῦ μηνυτὴν ἔπεμπον εἰδώς. ἐπειδὴ δὲ ἀνὴρ οὔτε ἐν τῇ Μυτιλήνῃ ἐφαίνετο ζητούμενος οὔτʼ ἄλλοθι οὐδαμοῦ, πλοῦς τε ἡμῖν ἐγίγνετο, καὶ τἆλλʼ ἀνήγετο πλοῖα ἅπαντα, ᾠχόμην κἀγὼ πλέων. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι.

Μάρτυρες

5.25

τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν· ἐκ δὲ τούτων ἤδη σκοπεῖτε τὰ εἰκότα. πρῶτον μὲν γὰρ πρὶν ἀνάγεσθαί με εἰς τὴν Αἶνον, ὅτε ἦν ἀφανὴς ἀνήρ, οὐδεὶς ᾐτιάσατό με ἀνθρώπων, ἤδη πεπυσμένων τούτων τὴν ἀγγελίαν· οὐ γὰρ ἄν ποτε ᾠχόμην πλέων. ἀλλʼ εἰς μὲν τὸ παραχρῆμα κρεῖσσον ἦν τὸ ἀληθὲς καὶ τὸ γεγενημένον τῆς τούτων αἰτιάσεως, καὶ ἅμα ἐγὼ ἔτι ἐπεδήμουν· ἐπειδὴ δὲ ἐγώ τε ᾠχόμην πλέων καὶ οὗτοι ἐξ ἐπιβουλῆς συνέθεσαν ταῦτα καὶ ἐμηχανήσαντο κατʼ ἐμοῦ, τότε ᾐτιάσαντο. 5.26

λέγουσι δὲ ὡς ἐν μὲν τῇ γῇ ἀπέθανεν ἀνήρ, κἀγὼ λίθον αὐτῷ ἐνέβαλον note εἰς τὴν κεφαλήν, ὃς οὐκ ἐξέβην τὸ παράπαν ἐκ τοῦ πλοίου. καὶ τοῦτο μὲν ἀκριβῶς οὗτοι ἴσασιν. ὅπως δʼ ἠφανίσθη ἀνήρ, οὐδενὶ λόγῳ εἰκότι δύνανται ἀποφαίνειν. δῆλον γὰρ ὅτι ἐγγύς που τοῦ λιμένος εἰκὸς ἦν τοῦτο note γίγνεσθαι, τοῦτο μὲν μεθύοντος τοῦ ἀνδρός, τοῦτο δὲ νύκτωρ ἐκβάντος ἐκ τοῦ πλοίου· οὔτε γὰρ αὑτοῦ note κρατεῖν ἴσως ἂν ἐδύνατο, οὔτε τῷ ἀπάγοντι νύκτωρ μακρὰν ὁδὸν πρόφασις ἂν εἰκότως ἐγίγνετο· 5.27ζητουμένου δὲ τοῦ ἀνδρὸς δύο ἡμέρας καὶ ἐν τῷ λιμένι καὶ ἄπωθεν τοῦ λιμένος, οὔτε ὀπτὴρ οὐδεὶς ἐφάνη οὔθʼ αἷμα οὔτʼ ἄλλο σημεῖον οὐδέν. κᾆτʼ ἐγὼ συγχωρῶ τῷ τούτων λόγῳ, παρεχόμενος μὲν τοὺς μάρτυρας ὡς οὐκ ἐξέβην ἐκ τοῦ πλοίου· εἰ δὲ καὶ ὡς μάλιστα ἐξέβην ἐκ τοῦ πλοίου, οὐδενὶ τρόπῳ εἰκὸς ἦν ἀφανισθέντα λαθεῖν τὸν ἄνθρωπον, εἴπερ γε note μὴ πάνυ πόρρω ἀπῆλθεν ἀπὸ τῆς θαλάσσης. 5.28

ἀλλʼ ὡς κατεποντώθη λέγουσιν. ἐν τίνι πλοίῳ; δῆλον γὰρ ὅτι ἐξ αὐτοῦ τοῦ λιμένος ἦν τὸ πλοῖον. πῶς ἂν οὖν οὐκ ἐξηυρέθη; καὶ μὴν εἰκός γε ἦν καὶ σημεῖόν τι γενέσθαι ἐν τῷ πλοίῳ ἀνδρὸς τεθνεῶτος <ἐντιθεμένου> note καὶ ἐκβαλλομένου νύκτωρ. νῦν δὲ ἐν μὲν ἔπινε πλοίῳ καὶ ἐξ οὗ ἐξέβαινεν, ἐν τούτῳ φασὶν εὑρεῖν σημεῖα, ἐν αὐτοὶ μὴ ὁμολογοῦσιν ἀποθανεῖν τὸν ἄνδρα· ἐν δὲ κατεποντώθη, οὐχ ηὗρον οὔτʼ αὐτὸ τὸ πλοῖον οὔτε σημεῖον οὐδέν. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι. note

Μάρτυρες

5.29

ἐπειδὴ δὲ ἐγὼ μὲν φροῦδος πλέων εἰς τὴν Αἶνον, τὸ δὲ πλοῖον ἧκεν εἰς τὴν Μυτιλήνην ἐν ἐγὼ καὶ note Ἡρῴδης ἐπίνομεν, note πρῶτον μὲν εἰσβάντες εἰς τὸ πλοῖον ἠρεύνων, καὶ ἐπειδὴ τὸ αἷμα note ηὗρον, ἐνταῦθα ἔφασαν τεθνάναι τὸν ἄνδρα· ἐπειδὴ δὲ αὐτοῖς τοῦτο οὐκ ἐνεχώρει, ἀλλʼ ἐφαίνετο τῶν note προβάτων ὂν αἷμα, ἀποτραπόμενοι τούτου τοῦ λόγου συλλαβόντες ἐβασάνιζον τοὺς ἀνθρώπους. 5.30καὶ ὃν μὲν τότε παραχρῆμα ἐβασάνισαν, οὗτος μὲν οὐδὲν εἶπε περὶ ἐμοῦ φλαῦρον· ὃν δʼ ἡμέραις ὕστερον πολλαῖς ἐβασάνισαν, ἔχοντες παρὰ σφίσιν αὐτοῖς τὸν πρόσθεν χρόνον, οὗτος ἦν πεισθεὶς ὑπὸ τούτων καὶ καταψευσάμενος ἐμοῦ. παρέξομαι δὲ τούτων τοὺς μάρτυρας.

Μάρτυρες

note
5.31ὡς μὲν ὕστερον τοσούτῳ note χρόνῳ ἀνὴρ ἐβασανίσθη, μεμαρτύρηται ὑμῖν· προσέχετε δὲ τὸν νοῦν αὐτῇ τῇ βασάνῳ, οἵα γεγένηται. μὲν γὰρ δοῦλος, ἴσως οὗτοι τοῦτο μὲν ἐλευθερίαν ὑπέσχοντο, τοῦτο δʼ ἐπὶ τούτοις ἦν παύσασθαι κακούμενον αὐτόν, ἴσως ὑπʼ ἀμφοῖν πεισθεὶς κατεψεύσατό μου, τὴν μὲν ἐλευθερίαν ἐλπίσας οἴσεσθαι, τῆς δὲ βασάνου εἰς τὸ παραχρῆμα βουλόμενος ἀπηλλάχθαι. οἶμαι δʼ ὑμᾶς ἐπίστασθαι τοῦτο, ὅτι ἐφʼ οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου, 5.32πρὸς τούτων εἰσὶν οἱ βασανιζόμενοι λέγειν τι ἂν note ἐκείνοις μέλλωσι χαριεῖσθαι· ἐν τούτοις γὰρ αὐτοῖς ἐστιν ὠφέλεια, ἄλλως τε κἂν μὴ παρόντες τυγχάνωσιν ὧν ἂν καταψεύδωνται. εἰ μὲν γὰρ ἐγὼ note ἐκέλευον αὐτὸν στρεβλοῦν ὡς οὐ τἀληθῆ λέγοντα, ἴσως ἂν ἐν αὐτῷ τούτῳ ἀπετρέπετο μηδὲν κατʼ ἐμοῦ καταψεύδεσθαι· νῦν δὲ αὑτοὶ ἦσαν καὶ βασανισταὶ καὶ ἐπιτιμηταὶ τῶν σφίσιν αὐτοῖς συμφερόντων. 5.33

ἕως μὲν οὖν μετὰ χρηστῆς note ἐλπίδος ἐγίγνωσκέ μου καταψευσάμενος, τούτῳ διισχυρίζετο τῷ λόγῳ· ἐπειδὴ δὲ ἐγίγνωσκεν ἀποθανούμενος, ἐνταῦθʼ ἤδη τῇ ἀληθείᾳ ἐχρῆτο, καὶ ἔλεγεν ὅτι πεισθείη ὑπὸ τούτων ἐμοῦ καταψεύδεσθαι. διαπειραθέντα δʼ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ note τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν, note 5.34ἀλλʼ ἀπέκτειναν ἄγοντες τὸν ἄνδρα, τὸν μηνυτήν, πιστεύοντες ἐμὲ διώκουσι, τοὐναντίον ποιήσαντες οἱ ἄλλοι ἄνθρωποι. οἱ μὲν γὰρ ἄλλοι τοῖς μηνυταῖς τοῖς μὲν ἐλευθέροις χρήματα διδόασι, τοὺς δὲ δούλους ἐλευθεροῦσιν· οὗτοι δὲ θάνατον τῷ μηνυτῇ τὴν δωρεὰν ἀπέδοσαν, ἀπαγορευόντων τῶν φίλων τῶν ἐμῶν μὴ ἀποκτείνειν τὸν ἄνδρα πρὶν ἂν note ἐγὼ ἔλθοιμι. 5.35δῆλον οὖν ὅτι οὐ τοῦ σώματος αὐτοῦ note χρεία ἦν αὐτοῖς, ἀλλὰ τῶν λόγων· ζῶν μὲν γὰρ ἀνὴρ διὰ τῆς αὐτῆς βασάνου ἰὼν ὑπʼ ἐμοῦ κατήγορος ἂν ἐγίγνετο τῆς τούτων ἐπιβουλῆς, τεθνεὼς δὲ τὸν μὲν ἔλεγχον τῆς ἀληθείας ἀπεστέρει διʼ αὐτοῦ τοῦ σώματος ἀπολλυμένου, τοῖς δὲ λόγοις τοῖς ἐψευσμένοις ὑπʼ ἐκείνου ὡς ἀληθέσιν οὖσιν ἐγὼ ἀπόλλυμαι. τούτων δὲ μάρτυράς μοι κάλει.

Μάρτυρες

note
5.36

ἐχρῆν μὲν note γὰρ αὐτούς, ὡς ἐγὼ νομίζω, ἐνθάδε παρέχοντας τὸν μηνυτὴν αὐτὸν ἀπελέγχειν ἐμέ, καὶ αὐτῷ τούτῳ χρῆσθαι ἀγωνίσματι, ἐμφανῆ παρέχοντας τὸν ἄνδρα καὶ κελεύοντας βασανίζειν, ἀλλὰ μὴ ἀποκτεῖναι. φέρε γὰρ δὴ ποτέρῳ νῦν χρήσονται τῶν λόγων; πότερα πρῶτον εἶπεν ὕστερον; καὶ πότερʼ ἀληθῆ ἐστιν, ὅτʼ ἔφη με εἰργάσθαι τὸ ἔργον ὅτʼ οὐκ ἔφη; 5.37εἰ μὲν γὰρ ἐκ τοῦ εἰκότος ἐξετασθῆναι δεῖ τὸ πρᾶγμα, οἱ ὕστεροι λόγοι ἀληθέστεροι φαίνονται. ἐψεύδετο μὲν γὰρ ἐπʼ ὠφελείᾳ τῇ ἑαυτοῦ, ἐπειδὴ δὲ τῷ note ψεύδεσθαι ἀπώλλυτο, ἡγήσατο τἀληθῆ κατειπὼν διὰ τοῦτο note σωθῆναι ἄν. τῆς μὲν οὖν ἀληθείας οὐκ ἦν αὐτῷ τιμωρὸς οὐδείς· οὐ γὰρ παρὼν ἐγὼ ἐτύγχανον, ᾧπερ σύμμαχος ἦν ἀλήθεια τῶν ὑστέρων λόγων· τοὺς δὲ προτέρους λόγους τοὺς κατεψευσμένους ἦσαν οἱ ἀφανιοῦντες, ὥστε μηδέποτε εἰς τὸ ἀληθὲς καταστῆναι. 5.38καὶ οἱ μὲν ἄλλοι καθʼ ὧν ἂν μηνύῃ note τις, οὗτοι note κλέπτουσι τοὺς μηνύοντας, κᾆτʼ ἀφανίζουσιν· αὐτοὶ δὲ οὗτοι οἱ ἀπάγοντες καὶ ζητοῦντες τὸ πρᾶγμα τὸν κατʼ ἐμοῦ μηνυτὴν ἠφάνισαν. καὶ εἰ μὲν ἐγὼ τὸν ἄνδρα ἠφάνισα μὴ ἤθελον ἐκδοῦναι τούτοις ἄλλον τινὰ ἔφευγον ἔλεγχον, αὐτοῖς ἂν note τούτοις ἰσχυροτάτοις εἰς τὰ πράγματα ἐχρῶντο, καὶ ἦν ταῦτα αὐτοῖς μέγιστα τεκμήρια κατʼ ἐμοῦ· νῦν δέ, ὁπότε αὐτοὶ οὗτοι προκαλουμένων τῶν φίλων τῶν ἐμῶν ταῦτʼ ἔφυγον, ἐμοὶ δήπου κατὰ τούτων εἶναι χρὴ ταὐτὰ ταῦτα note τεκμήρια, ὡς οὐκ ἀληθῆ τὴν αἰτίαν ἐπέφερον ἣν ᾐτιῶντο. note 5.39

ἔτι δὲ καὶ τάδε λέγουσιν, ὡς ὡμολόγει note ἄνθρωπος βασανιζόμενος συναποκτεῖναι τὸν ἄνδρα. ἐγὼ δέ φημι ταῦτα μὲν οὐ λέγειν αὐτόν, ὅτι δὲ ἐξαγάγοι note ἐμὲ καὶ τὸν ἄνδρα ἐκ τοῦ πλοίου, καὶ ὅτι ἤδη τεθνεῶτα αὐτὸν ὑπʼ ἐμοῦ συνανελὼν note καὶ ἐνθεὶς εἰς τὸ πλοῖον καταποντώσειε. 5.40καίτοι σκέψασθε ὅτι πρῶτον μέν, πρὶν ἐπὶ τὸν τροχὸν ἀναβῆναι, ἀνὴρ μέχρι τῆς ἐσχάτης ἀνάγκης τῇ ἀληθείᾳ ἐχρῆτο καὶ ἀπέλυέ με τῆς αἰτίας· ἐπειδὴ δὲ ἐπὶ τὸν τροχὸν ἀνέβη, τῇ ἀνάγκῃ χρώμενος ἤδη κατεψεύδετό μου, βουλόμενος ἀπηλλάχθαι τῆς βασάνου. 5.41ἐπειδὴ δὲ ἐπαύσατο βασανιζόμενος, οὐκέτι ἔφη με τούτων εἰργάσθαι οὐδέν, ἀλλὰ τὸ τελευταῖον ἀπῴμωξεν ἐμέ τε καὶ αὑτὸν ὡς ἀδίκως ἀπολλυμένους, οὐ χάριτι τῇ ἐμῇπῶς γάρ; ὅς γε κατεψεύσατο,—ἀλλʼ ἀναγκαζόμενος ὑπὸ τοῦ ἀληθοῦς καὶ βεβαιῶν τοὺς πρώτους λόγους ὡς ἀληθεῖς εἰρημένους. 5.42

ἔπειτα δὲ ἕτερος ἄνθρωπος, ἐν τῷ αὐτῷ πλοίῳ πλέων καὶ παρὼν διὰ τέλους καὶ συνών μοι, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος τοῖς μὲν πρώτοις καὶ τοῖς ὕστερον λόγοις τοῖς τοῦ ἀνθρώπου συνεφέρετο ὡς ἀληθέσιν οὖσι, διὰ τέλους γάρ με ἀπέλυε, τοῖς δʼ ἐπὶ τοῦ τροχοῦ λεγομένοις, οὓς ἐκεῖνος ἀνάγκῃ μᾶλλον ἀληθείᾳ ἔλεγε, τούτοις δὲ διεφέρετο. μὲν γὰρ ἐκβάντα μʼ ἔφη ἐκ τοῦ πλοίου ἀποκτεῖναι τὸν ἄνδρα, καὶ αὐτὸς ἤδη τεθνεῶτα συνανελεῖν note μοι· δὲ τὸ παράπαν ἔφη οὐκ ἐκβῆναί με ἐκ τοῦ πλοίου. 5.43καίτοι τὸ εἰκὸς σύμμαχόν μοί ἐστιν. οὐ γὰρ δήπου οὕτω κακοδαίμων ἐγώ, ὥστε τὸ μὲν ἀποκτεῖναι τὸν ἄνδρα προὐνοησάμην μόνος, ἵνα μοι μηδεὶς συνειδείη, ἐν μοι πᾶς κίνδυνος ἦν, ἤδη δὲ πεπραγμένου μοι τοῦ ἔργου μάρτυρας καὶ συμβούλους ἐποιούμην. 5.44καὶ ἀπέθανε μὲν note ἀνὴρ οὑτωσὶ note ἐγγὺς τῆς θαλάσσης καὶ τῶν πλοίων, ὡς τούτων λόγος ἐστίν· ὑπὸ δὲ ἑνὸς ἀνδρὸς ἀποθνῄσκων οὔτε ἀνέκραγεν οὔτʼ αἴσθησιν οὐδεμίαν ἐποίησεν οὔτε τοῖς ἐν τῇ γῇ οὔτε τοῖς ἐν τῷ πλοίῳ; καὶ μὴν πολλῷ <ἐπὶ> note πλέον γε ἀκούειν note ἔστι νύκτωρ μεθʼ ἡμέραν, ἐπʼ ἀκτῆς κατὰ πόλιν· καὶ μὴν ἔτι ἐγρηγορότων φασὶν ἐκβῆναι τὸν ἄνδρα ἐκ τοῦ πλοίου. 5.45

ἔπειτα ἐν τῇ γῇ μὲν ἀποθανόντος, ἐντιθεμένου δὲ εἰς τὸ πλοῖον, οὔτε ἐν τῇ γῇ σημεῖον οὐδὲ αἷμα ἐφάνη οὔτε ἐν τῷ πλοίῳ, νύκτωρ μὲν ἀναιρεθέντος, νύκτωρ δʼ ἐντιθεμένου εἰς τὸ πλοῖον. δοκεῖ ἂν ὑμῖν ἄνθρωπος δύνασθαι ἐν τοιούτῳ πράγματι ὢν τά τʼ ἐν τῇ γῇ ὄντα ἀναξύσαι καὶ τὰ ἐν τῷ πλοίῳ ἀποσπογγίσαι, note οὐδὲ μεθʼ ἡμέραν <ἄν> note τις οἷός τʼ ἐγένετο, ἔνδον ὢν αὑτοῦ καὶ μὴ πεφοβημένος, τὸ παράπαν ἀφανίσαι; ταῦτα, ἄνδρες, πῶς εἰκότα ἐστίν; 5.46

δὲ <δεῖ> note καὶ μάλιστα ἐνθυμεῖσθαι,—καὶ μή μοι ἄχθεσθε, ἂν ὑμᾶς πολλάκις ταὐτὰ note διδάξω. μέγας γὰρ κίνδυνός ἐστι, καθʼ τι δʼ ἂν ὑμεῖς ὀρθῶς γνῶτε, κατὰ τοῦτο σῴζομαι, καθʼ τι δʼ ἂν ψευσθῆτε τἀληθοῦς, κατὰ τοῦτο ἀπόλλυμαιμὴ οὖν ἐξέληται note τοῦτο ὑμῶν μηδείς, ὅτι τὸν μηνυτὴν ἀπέκτειναν, καὶ διετείναντο αὐτὸν μὴ εἰσελθεῖν εἰς ὑμᾶς, μηδʼ ἐμοὶ ἐγγενέσθαι παρόντι ἐξαιτεῖν τὸν ἄνδρα καὶ βασανίσαι αὐτόν. 5.47καίτοι πρὸς τούτων ἦν τοῦτο. νῦν δὲ πριάμενοι τὸν ἄνδρα, ἰδίᾳ ἐπὶ σφῶν αὐτῶν ἀπέκτειναν, τὸν μηνυτήν, οὔτε τῆς πόλεως ψηφισαμένης, οὔτε αὐτόχειρα ὄντα τοῦ ἀνδρός. ὃν ἐχρῆν δεδεμένον αὐτοὺς φυλάσσειν, τοῖς φίλοις τοῖς ἐμοῖς ἐξεγγυῆσαι, τοῖς ἄρχουσι τοῖς ὑμετέροις παραδοῦναι, καὶ ψῆφον περὶ αὐτοῦ γενέσθαι. νῦν δὲ αὐτοὶ καταγνόντες τὸν θάνατον τοῦ ἀνδρὸς ἀπεκτείνατε· οὐδὲ πόλει ἔξεστιν, ἄνευ Ἀθηναίων οὐδένα θανάτῳ ζημιῶσαι. καὶ τῶν μὲν ἄλλων λόγων τῶν ἐκείνου τουτουσὶ κριτὰς ἠξιώσατε γενέσθαι, τῶν δὲ ἔργων αὐτοὶ δικασταὶ γίγνεσθε. 5.48καίτοι οὐδὲ οἱ τοὺς δεσπότας ἀποκτείναντες, ἐὰν ἐπʼ αὐτοφώρῳ ληφθῶσιν, οὐδʼ οὗτοι ἀποθνῄσκουσιν ὑπʼ αὐτῶν τῶν προσηκόντων, ἀλλὰ παραδιδόασιν αὐτοὺς τῇ ἀρχῇ κατὰ νόμους ὑμετέρους πατρίους. εἴπερ γὰρ καὶ μαρτυρεῖν ἔξεστι δούλῳ κατὰ τοῦ ἐλευθέρου τὸν φόνον, καὶ τῷ δεσπότῃ, ἂν δοκῇ, ἐπεξελθεῖν ὑπὲρ τοῦ δούλου, καὶ ψῆφος ἴσον δύναται τῷ δοῦλον ἀποκτείναντι καὶ τῷ note ἐλεύθερον, εἰκός τοι καὶ ψῆφον γενέσθαι περὶ αὐτοῦ ἦν, καὶ μὴ ἄκριτον ἀποθανεῖν αὐτὸν ὑφʼ ὑμῶν. ὥστε πολλῷ ἂν ὑμεῖς δικαιότερον κρίνοισθε note ἐγὼ νῦν φεύγω ὑφʼ ὑμῶν ἀδίκως. 5.49

σκοπεῖτε δή, ἄνδρες, καὶ ἐκ τοῖν λόγοιν τοῖν ἀνδροῖν ἑκατέροιν τοῖν βασανισθέντοιν τὸ δίκαιον καὶ τὸ εἰκός. μὲν γὰρ δοῦλος δύο λόγω ἔλεγε· τοτὲ μὲν ἔφη με εἰργάσθαι τὸ ἔργον, τοτὲ δὲ οὐκ ἔφη· δὲ ἐλεύθερος οὐδέπω νῦν εἴρηκε περὶ ἐμοῦ φλαῦρον οὐδέν, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος. 5.50τοῦτο μὲν γὰρ οὐκ ἦν αὐτῷ ἐλευθερίαν προτείναντας note ὥσπερ τὸν ἕτερον πεῖσαι· τοῦτο δὲ μετὰ τοῦ ἀληθοῦς ἐβούλετο κινδυνεύων πάσχειν τι δέοι, ἐπεὶ τό γε συμφέρον καὶ οὗτος ἠπίστατο, ὅτι τότε παύσοιτο note στρεβλούμενος, ὁπότε εἴποι τὰ τούτοις δοκοῦντα. ποτέρῳ οὖν εἰκός ἐστι πιστεῦσαι, τῷ διὰ τέλους τὸν αὐτὸν ἀεὶ λόγον λέγοντι, τῷ τοτὲ μὲν φάσκοντι τοτὲ δʼ οὔ; ἀλλὰ καὶ ἄνευ βασάνου τοιαύτης οἱ τοὺς αὐτοὺς αἰεὶ περὶ τῶν αὐτῶν note λόγους λέγοντες πιστότεροί εἰσι τῶν διαφερομένων σφίσιν αὐτοῖς. 5.51

ἔπειτα δὲ καὶ ἐκ τῶν λόγων τῶν τοῦ ἀνθρώπου μερὶς ἑκατέροις note ἴση ἂν εἴη, note μὲν τὸ φάσκειν, ἐμοὶ δὲ τὸ μὴ φάσκειν· ἔκ τε ἀμφοῖν τοῖν ἀνδροῖν τοῖν βασανισθέντοιν· μὲν γὰρ ἔφησεν, δὲ διὰ τέλους ἔξαρνος ἦν. note καὶ μὲν δὴ τὰ ἐξ ἴσου γενόμενα τοῦ φεύγοντός ἐστι μᾶλλον τοῦ διώκοντος, εἴπερ γε καὶ τῶν ψήφων ἀριθμὸς ἐξ ἴσου γενόμενος note τὸν φεύγοντα μᾶλλον ὠφελεῖ τὸν διώκοντα. 5.52

μὲν βάσανος, ἄνδρες, τοιαύτη ἐγένετο, note οὗτοι πιστεύοντες εὖ εἰδέναι φασὶν ὑπʼ ἐμοῦ ἀποθανόντα τὸν ἄνδρα. καίτοι τὸ παράπαν ἔγωγʼ ἂν εἴ τι συνῄδη ἐμαυτῷ καὶ εἴ τί μοι note τοιοῦτον εἴργαστο, ἠφάνισʼ ἂν τὼ ἀνθρώπω, ὅτε ἐπʼ ἐμοὶ ἦν τοῦτο μὲν εἰς τὴν Αἶνον ἀπάγειν note ἅμα ἐμοί, τοῦτο δὲ εἰς τὴν ἤπειρον διαβιβάσαι, καὶ μὴ ὑπολείπεσθαι μηνυτὰς κατʼ ἐμαυτοῦ τοὺς συνειδότας. 5.53

φασὶ δὲ γραμματείδιον εὑρεῖν ἐν τῷ πλοίῳ, ἔπεμπον ἐγὼ Λυκίνῳ, ὡς ἀποκτείναιμι τὸν ἄνδρα. καίτοι τί ἔδει με γραμματείδιον πέμπειν, αὐτοῦ συνειδότος τοῦ τὸ γραμματείδιον φέροντος; note ὥστε τοῦτο μὲν σαφέστερον αὐτὸς note ἔμελλεν ἐρεῖν note εἰργασμένος, τοῦτο δὲ οὐδὲν ἔδει κρύπτειν αὐτόν· note γὰρ μὴ οἷόν τε εἰδέναι τὸν φέροντα, ταῦτʼ ἄν τις μάλιστα συγγράψας πέμψειεν. 5.54ἔπειτα δὲ τι μὲν μακρὸν εἴη πρᾶγμα, τοῦτο note μὲν ἄν τις ἀναγκασθείη γράψαι τῷ μὴ διαμνημονεύειν τὸν ἀπαγγέλλοντα ὑπὸ πλήθους. τοῦτο δὲ βραχὺ ἦν ἀπαγγεῖλαι, ὅτι τέθνηκεν ἀνήρ. ἔπειτα ἐνθυμεῖσθε ὅτι διάφορον note ἦν τὸ γραμματείδιον τῷ βασανισθέντι, διάφορος δʼ ἄνθρωπος τῷ γραμματειδίῳ. μὲν γὰρ βασανιζόμενος αὐτὸς ἔφη ἀποκτεῖναι, τὸ δὲ γραμματείδιον ἀνοιχθὲν ἐμὲ τὸν ἀποκτείναντα ἐμήνυεν. 5.55καίτοι ποτέρῳ χρὴ πιστεῦσαι; τὸ μὲν γὰρ πρῶτον οὐχ ηὗρον ἐν τῷ πλοίῳ ζητοῦντες τὸ γραμματείδιον, ὕστερον δέ. τότε μὲν γὰρ οὔπω οὕτως ἐμεμηχάνητο αὐτοῖς. ἐπειδὴ δὲ ἄνθρωπος πρότερος βασανισθεὶς οὐδὲν ἔλεγε κατʼ ἐμοῦ, τότε εἰσβάλλουσιν εἰς τὸ πλοῖον τὸ γραμματείδιον, ἵνα ταύτην ἔχοιεν ἐμοὶ τὴν αἰτίαν ἐπιφέρειν· 5.56ἐπειδὴ δʼ ἀνεγνώσθη τὸ γραμματείδιον καὶ ὕστερος βασανιζόμενος οὐ συνεφέρετο τῷ γραμματειδίῳ, οὐκέθʼ οἷόν τʼ ἦν ἀφανίσαι τὰ ἀναγνωσθέντα. εἰ γὰρ ἡγήσαντο τὸν ἄνδρα πείσειν ἀπὸ πρώτης καταψεύδεσθαί μου, οὐκ ἄν ποτʼ ἐμηχανήσαντο τὰ ἐν τῷ γραμματειδίῳ. καί μοι μάρτυρας τούτων κάλει.

Μάρτυρες

note
5.57τίνος γε δὴ ἕνεκα τὸν ἄνδρα ἀπέκτεινα; οὐδὲ note γὰρ ἔχθρα οὐδεμία ἦν ἐμοὶ κἀκείνῳ. λέγειν δὲ τολμῶσιν ὡς ἐγὼ χάριτι τὸν ἄνδρα ἔκτεινα. καὶ τίς πώποτε χαριζόμενος ἑτέρῳ τοῦτο εἰργάσατο; οἶμαι μὲν γὰρ οὐδένα, ἀλλὰ δεῖ μεγάλην τὴν ἔχθραν ὑπάρχειν τῷ τοῦτο μέλλοντι ποιήσειν, καὶ τὴν πρόνοιαν ἐκ πολλῶν note εἶναι φανερὰν ἐπιβουλευομένην. ἐμοὶ δὲ κἀκείνῳ οὐκ ἦν ἔχθρα οὐδεμία. 5.58εἶεν, ἀλλὰ δείσας περὶ ἐμαυτοῦ μὴ αὐτὸς παρʼ ἐκείνου τοῦτο πάθοιμι; καὶ γὰρ ἂν τῶν τοιούτων ἕνεκά τις ἀναγκασθείη τοῦτο ἐργάσασθαι. ἀλλʼ οὐδέν μοι τοιοῦτον ὑπῆρκτο εἰς αὐτόν. ἀλλὰ χρήματα ἔμελλον λήψεσθαι ἀποκτείνας αὐτόν; ἀλλʼ οὐκ ἦν αὐτῷ. note 5.59ἀλλὰ σοὶ μᾶλλον ἐγὼ τὴν πρόφασιν ταύτην ἔχοιμʼ ἂν εἰκότως μετὰ τῆς ἀληθείας ἀναθεῖναι, ὅτι χρημάτων ἕνεκα ζητεῖς ἐμὲ ἀποκτεῖναι, μᾶλλον σὺ ἐμοὶ note ἐκεῖνον· καὶ πολὺ ἂν δικαιότερον ἁλοίης σὺ φόνου note ἐμὲ ἀποκτείνας ὑπὸ τῶν ἐμοὶ προσηκόντων, ἐγὼ ὑπὸ σοῦ καὶ τῶν ἐκείνου ἀναγκαίων. ἐγὼ μὲν γὰρ σοῦ φανερὰν τὴν πρόνοιαν εἰς ἐμὲ ἀποδείκνυμι, σὺ δʼ ἐμὲ note ἐν ἀφανεῖ λόγῳ ζητεῖς ἀπολέσαι. 5.60

ταῦτα μὲν ὑμῖν λέγω, ὡς αὐτῷ μοι πρόφασιν οὐδεμίαν εἶχε τἀποκτεῖναι note τὸν ἄνδρα· δεῖ δέ με καὶ ὑπὲρ Λυκίνου ἀπολογήσασθαι, ὡς ἔοικεν, ἀλλʼ οὐχ ὑπὲρ αὑτοῦ μόνον, ὡς οὐδʼ ἐκεῖνον εἰκότως αἰτιῶνται. λέγω τοίνυν ὑμῖν ὅτι ταὐτὰ ὑπῆρχεν αὐτῷ εἰς ἐκεῖνον ἅπερ ἐμοί· οὔτε γὰρ χρήματα ἦν αὐτῷ ὁπόθεν ἂν ἔλαβεν ἀποκτείνας ἐκεῖνον, οὔτε κίνδυνος αὐτῷ ὑπῆρχεν οὐδεὶς ὅντινα διέφευγεν ἀποθανόντος ἐκείνου. 5.61τεκμήριον δὲ μέγιστον ὡς οὐκ ἐβούλετο αὐτὸν ἀπολέσαι. ἐξὸν γὰρ αὐτῷ ἐν ἀγῶνι καὶ κινδύνῳ μεγάλῳ καταστήσαντι μετὰ τῶν νόμων τῶν ὑμετέρων ἀπολέσαι ἐκεῖνον, εἴπερ προωφείλετο αὐτῷ κακόν, καὶ τό τε ἴδιον τὸ αὑτοῦ διαπράξασθαι καὶ τῇ πόλει τῇ ὑμετέρᾳ χάριν καταθέσθαι, εἰ ἐπέδειξεν ἀδικοῦντα ἐκεῖνον, οὐκ ἠξίωσεν, ἀλλʼ οὐδʼ ἦλθεν ἐπὶ τοῦτον. καίτοι καλλίων γε ἦν κίνδυνος αὐτῷ note

Μάρτυρες

5.62

ἀλλὰ γὰρ ἐνταῦθα μὲν ἀφῆκεν αὐτόν· οὗ δὲ note ἔδει κινδυνεύειν αὐτὸν περί τε αὑτοῦ καὶ περὶ note ἐμοῦ, ἐνταῦθα δʼ ἐπεβούλευεν, ἐν γνωσθεὶς ἂν ἀπεστέρει μὲν ἐμὲ τῆς πατρίδος, ἀπεστέρει δὲ αὑτὸν ἱερῶν καὶ ὁσίων καὶ τῶν ἄλλων ἅπερ μέγιστα καὶ περὶ πλείστου ἐστὶν ἀνθρώποις.

ἔπειτα δʼ εἰ καὶ ὡς μάλιστα ἐβούλετο αὐτὸν Λυκῖνος τεθνάναιεἶμι γὰρ καὶ ἐπὶ τὸν τῶν κατηγόρων λόγον,—οὗ αὐτὸς οὐκ ἠξίου αὐτόχειρ γενέσθαι, τοῦτο τὸ ἔργον ἐγώ ποτʼ ἂν ἐπείσθην ἀντʼ ἐκείνου ποιῆσαι; 5.63πότερα ὡς ἐγὼ μὲν τῷ σώματι ἐπιτήδειος διακινδυνεύειν, ἐκεῖνος δὲ χρήμασι τὸν ἐμὸν κίνδυνον ἐκπρίασθαι; οὐ δῆτα· τῷ μὲν γὰρ οὐκ ἦν χρήματα, ἐμοὶ δὲ ἦν note· ἀλλʼ αὐτὸ τὸ ἐναντίον note ἐκεῖνος τοῦτο θᾶσσον ἂν ὑπʼ ἐμοῦ ἐπείσθη κατά γε τὸ εἰκὸς ἐγὼ ὑπὸ τούτου, ἐπεὶ ἐκεῖνός γʼ ἑαυτὸν οὐδʼ ὑπερήμερον γενόμενον ἑπτὰ μνῶν δυνατὸς ἦν λύσασθαι, ἀλλʼ οἱ φίλοι αὐτὸν ἐλύσαντο. καὶ μὲν δὴ καὶ τῆς χρείας τῆς ἐμῆς καὶ τῆς Λυκίνου τοῦτο ὑμῖν μέγιστον τεκμήριόν ἐστιν, ὅτι οὐ σφόδρα ἐχρώμην ἐγὼ Λυκίνῳ φίλῳ, ὡς πάντα ποιῆσαι ἂν τὰ ἐκείνῳ δοκοῦντα· οὐ γὰρ δήπου ἑπτὰ μὲν μνᾶς οὐκ ἀπέτεισα ὑπὲρ note αὐτοῦ δεδεμένου καὶ λυμαινομένου, κίνδυνον δὲ τοσοῦτον ἀράμενος ἄνδρα ἀπέκτεινα διʼ ἐκεῖνον. 5.64

ὡς μὲν οὖν οὐκ αὐτὸς αἴτιός εἰμι τοῦ πράγματος οὐδὲ ἐκεῖνος, ἀποδέδεικται καθʼ ὅσον ἐγὼ δύναμαι μάλιστα. τούτῳ δὲ χρῶνται πλείστῳ <τῷ> note λόγῳ οἱ κατήγοροι, ὅτι ἀφανής ἐστιν ἀνήρ, καὶ ὑμεῖς ἴσως περὶ τούτου αὐτοῦ ποθεῖτε ἀκοῦσαι. εἰ μὲν οὖν τοῦτο εἰκάζειν με δεῖ, ἐξ ἴσου τοῦτό ἐστι καὶ ὑμῖν καὶ ἐμοί· οὔτε γὰρ ὑμεῖς αἴτιοι τοῦ ἔργου ἐστὲ οὔτε ἐγώ· εἰ δὲ δεῖ τοῖς ἀληθέσι χρῆσθαι, τῶν εἰργασμένων τινὰ ἐρωτώντων· ἐκείνου γὰρ ἄριστʼ ἂν note πύθοιντο. 5.65ἐμοὶ μὲν γὰρ τῷ μὴ εἰργασμένῳ τοσοῦτον τὸ μακρότατον note τῆς ἀποκρίσεώς ἐστιν, ὅτι οὐκ εἴργασμαι· τῷ δὲ ποιήσαντι ῥᾳδία ἐστὶν ἀπόδειξις, καὶ μὴ ἀποδείξαντι εὖ εἰκάσαι. οἱ μὲν γὰρ πανουργοῦντες ἅμα τε πανουργοῦσι καὶ πρόφασιν εὑρίσκουσι τοῦ ἀδικήματος· τῷ δὲ μὴ εἰργασμένῳ note χαλεπὸν περὶ τῶν ἀφανῶν εἰκάζειν. οἶμαι δʼ ἂν καὶ ὑμῶν ἕκαστον, εἴ τίς τινα ἔροιτο τι μὴ τύχοι εἰδώς, τοσοῦτον ἂν εἰπεῖν, ὅτι οὐκ οἶδεν. εἰ δέ τις περαιτέρω τι κελεύοι note λέγειν, ἐν πολλῇ ἂν ἔχεσθαι ὑμᾶς ἀπορίᾳ δοκῶ. 5.66μὴ τοίνυν ἐμοὶ νείμητε τὸ ἄπορον τοῦτο, ἐν μηδʼ ἂν αὐτοὶ εὐποροῖτε· μηδʼ ἐὰν εὖ εἰκάζω, ἐν τούτῳ μοι ἀξιοῦτε τὴν ἀπόφευξιν εἶναι, ἀλλʼ ἐξαρκείτω μοι ἐμαυτὸν ἀναίτιον ἀποδεῖξαι τοῦ πράγματος. ἐν τούτῳ οὖν ἀναίτιός εἰμι, οὐκ ἐὰν μὴ note ἐξεύρω ὅτῳ τρόπῳ ἀφανής ἐστιν ἀπόλωλεν ἁνήρ, note ἀλλʼ εἰ μὴ προσήκει μοι μηδὲν ὥστʼ ἀποκτεῖναι αὐτόν. 5.67

ἤδη δʼ ἔγωγε καὶ πρότερον ἀκοῇ ἐπίσταμαι γεγονός, τοῦτο μὲν τοὺς ἀποθανόντας, τοῦτο δὲ τοὺς ἀποκτείναντας οὐχ εὑρεθέντας· οὔκουν ἂν καλῶς ἔχοι, εἰ τούτων δέοι τὰς αἰτίας ὑποσχεῖν τοὺς συγγενομένους. πολλοὶ δέ γʼ ἤδη σχόντες ἑτέρων πραγμάτων αἰτίας, πρὶν τὸ σαφὲς αὐτῶν γνωσθῆναι, προαπώλοντο. 5.68αὐτίκα Ἐφιάλτην τὸν ὑμέτερον πολίτην οὐδέπω νῦν ηὕρηνται οἱ ἀποκτείναντες· εἰ οὖν τις ἠξίου τοὺς συνόντας ἐκείνῳ εἰκάζειν οἵτινες ἦσαν οἱ ἀποκτείναντες Ἐφιάλτην, note εἰ δὲ μή, ἐνόχους εἶναι τῷ φόνῳ, οὐκ ἂν καλῶς εἶχε τοῖς συνοῦσιν. ἔπειτα οἵ γε Ἐφιάλτην ἀποκτείναντες οὐκ ἐζήτησαν τὸν νεκρὸν ἀφανίσαι, οὐδʼ ἐν τούτῳ κινδυνεύειν μηνῦσαι τὸ πρᾶγμα, ὥσπερ οἵδε φασὶν ἐμὲ τῆς μὲν ἐπιβουλῆς οὐδένα κοινωνὸν ποιήσασθαι τοῦ θανάτου, τῆς δʼ ἀναιρέσεως. 5.69

τοῦτο δʼ ἐντὸς οὐ πολλοῦ χρόνου παῖς ἐζήτησεν οὐδὲ δώδεκα ἔτη γεγονὼς τὸν δεσπότην ἀποκτεῖναι. καὶ εἰ μὴ φοβηθείς, ὡς ἀνεβόησεν, ἐγκαταλιπὼν τὴν μάχαιραν ἐν note τῇ σφαγῇ ᾤχετο φεύγων, ἀλλʼ ἐτόλμησε μεῖναι, ἀπώλοντʼ ἂν οἱ ἔνδον ὄντες note ἅπαντες· οὐδεὶς γὰρ ἂν ᾤετο τὸν παῖδα τολμῆσαί ποτε τοῦτο· νῦν δὲ συλληφθεὶς αὐτὸς ὕστερον κατεῖπεν αὑτοῦ.

τοῦτο δὲ περὶ χρημάτων αἰτίαν ποτὲ σχόντες οὐκ οὖσαν, ὥσπερ ἐγὼ νῦν, οἱ Ἑλληνοταμίαι οἱ note ὑμέτεροι, ἐκεῖνοι μὲν ἅπαντες ἀπέθανον note ὀργῇ μᾶλλον γνώμῃ, πλὴν ἑνός, τὸ δὲ πρᾶγμα ὕστερον καταφανὲς ἐγένετο. 5.70τοῦ δʼ ἑνὸς τούτουΣωσίαν ὄνομά φασιν αὐτῷ εἶναικατέγνωστο μὲν ἤδη θάνατος, ἐτεθνήκει δὲ οὔπω· καὶ ἐν τούτῳ ἐδηλώθη τῷ τρόπῳ ἀπωλώλει τὰ χρήματα, καὶ ἀνὴρ ἀπήχθη ὑπὸ τοῦ δήμου τοῦ ὑμετέρου παραδεδομένος ἤδη τοῖς ἕνδεκα, οἱ δʼ ἄλλοι ἐτέθνασαν οὐδὲν αἴτιοι ὄντες. 5.71ταῦθʼ ὑμῶν αὐτῶν ἐγὼ οἶμαι μεμνῆσθαι τοὺς πρεσβυτέρους, τοὺς δὲ νεωτέρους πυνθάνεσθαι ὥσπερ ἐμέ.

οὕτως ἀγαθόν ἐστι μετὰ τοῦ χρόνου βασανίζειν τὰ πράγματα. καὶ τοῦτʼ ἴσως ἂν note φανερὸν γένοιτʼ ἂν ὕστερον, ὅτῳ τρόπῳ τέθνηκεν ἄνθρωπος. μὴ οὖν ὕστερον τοῦτο γνῶτε, ἀναίτιόν με ὄντα ἀπολέσαντες, ἀλλὰ πρότερόν γʼ εὖ βουλεύσασθε, καὶ μὴ μετʼ note ὀργῆς καὶ διαβολῆς, ὡς τούτων οὐκ ἂν γένοιντο ἕτεροι πονηρότεροι σύμβουλοι. 5.72οὐ γὰρ ἔστιν τι ἂν note ὀργιζόμενος ἄνθρωπος εὖ γνοίη· αὐτὸ γὰρ note βουλεύεται, τὴν γνώμην, διαφθείρει τοῦ ἀνθρώπου. μέγα τοι ἡμέρα παρʼ ἡμέραν γιγνομένη note γνώμην, ἄνδρες, ἐξ ὀργῆς μεταστῆσαι note καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενημένων. 5.73

εὖ δὲ ἴστε ὅτι ἐλεηθῆναι ὑφʼ ὑμῶν ἄξιός εἰμι μᾶλλον δίκην δοῦναι· δίκην μὲν γὰρ εἰκός ἐστι διδόναι τοὺς ἀδικοῦντας, ἐλεεῖσθαι δὲ τοὺς ἀδίκως κινδυνεύοντας. κρεῖσσον δὲ χρὴ γίγνεσθαι ἀεὶ τὸ ὑμέτερον δυνάμενον ἐμὲ δικαίως σῴζειν τὸ τῶν ἐχθρῶν βουλόμενον ἀδίκως με ἀπολλύναι. ἐν μὲν γὰρ τῷ ἐπισχεῖν ἔστι καὶ τὰ δεινὰ ταῦτα ποιῆσαι οὗτοι κελεύουσιν· ἐν δὲ τῷ παραχρῆμα οὐκ ἔστιν ἀρχὴν note ὀρθῶς βουλεύεσθαι. 5.74

δεῖ δέ με καὶ ὑπὲρ τοῦ πατρὸς ἀπολογήσασθαι. καίτοι γε πολλῷ μᾶλλον εἰκὸς ἦν ἐκεῖνον ὑπὲρ ἐμοῦ ἀπολογήσασθαι, πατέρα ὄντα· μὲν γὰρ πολλῷ πρεσβύτερός ἐστι τῶν ἐμῶν πραγμάτων, ἐγὼ δὲ πολλῷ νεώτερος τῶν ἐκείνῳ πεπραγμένων, καὶ εἰ μὲν ἐγὼ τούτου ἀγωνιζομένου κατεμαρτύρουν μὴ σαφῶς ᾔδη, ἀκοῇ δὲ ἠπιστάμην, δεινὰ ἂν ἔφη πάσχειν ὑπʼ ἐμοῦ· 5.75νῦν δὲ ἀναγκάζων ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. ὅμως μέντοι καθʼ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς ἀκούοντα ἐν ὑμῖν ἀδίκως. καίτοι τάχʼ ἂν σφαλείην, ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτʼ ἐγὼ λόγῳ μὴ ὀρθῶς εἰπών· ὅμως δʼ οὖν κεκινδυνεύσεται. note 5.76

πρὶν μὲν γὰρ τὴν ἀπόστασιν τὴν Μυτιληναίων note γενέσθαι, ἔργῳ τὴν εὔνοιαν ἐδείκνυε τὴν εἰς ὑμᾶς· ἐπειδὴ δὲ πόλις ὅλη κακῶς ἐβουλεύσατο ἀποστᾶσα καὶ ἥμαρτε τῆς ὑμετέρας γνώμης, note μετὰ τῆς πόλεως ὅλης ἠναγκάσθη συνεξαμαρτεῖν. τὴν μὲν οὖν γνώμην ἔτι καὶ ἐν ἐκείνοις ὅμοιος ἦν εἰς ὑμᾶς, τὴν δʼ εὔνοιαν οὐκέτι ἦν ἐπʼ ἐκείνῳ τὴν αὐτὴν εἰς ὑμᾶς παρέχειν. οὔτε γὰρ ἐκλιπεῖν τὴν πόλιν εὐρόπως note εἶχεν αὐτῷ· ἱκανὰ γὰρ ἦν τὰ ἐνέχυρα εἴχετο αὐτοῦ, οἵ τε παῖδες καὶ τὰ χρήματα· τοῦτο δʼ αὖ μένοντι πρὸς τὴν πόλιν αὐτῷ ἀδυνάτως εἶχεν ἰσχυρίζεσθαι. 5.77ἐπεὶ δʼ ὑμεῖς τοὺς αἰτίους τούτων ἐκολάσατε, ἐν οἷς οὐκ ἐφαίνετο ὢν ἐμὸς πατήρ, τοῖς δʼ ἄλλοις Μυτιληναίοις ἄδειαν ἐδώκατε οἰκεῖν τὴν σφετέραν αὐτῶν, οὐκ ἔστιν τι ὕστερον αὐτῷ ἡμάρτηται τῷ ἐμῷ πατρί, note οὐδʼ τι οὐ πεποίηται τῶν δεόντων, οὐδʼ ἧς τινος λῃτουργίας πόλις ἐνδεὴς γεγένηται, οὔτε ὑμετέρα οὔτε Μυτιληναίων, ἀλλὰ καὶ χορηγίας χορηγεῖ note καὶ τέλη κατατίθησιν. note 5.78εἰ δʼ ἐν Αἴνῳ χωροφιλεῖ, τοῦτο <ποιεῖ> note οὐκ ἀποστερῶν γε τῶν εἰς τὴν πόλιν ἑαυτὸν οὐδενὸς οὐδʼ ἑτέρας πόλεως πολίτης γεγενημένος, ὥσπερ ἑτέρους ὁρῶ, τοὺς μὲν εἰς τὴν ἤπειρον ἰόντας καὶ οἰκοῦντας ἐν τοῖς πολεμίοις τοῖς ὑμετέροις, <τοὺς δὲ> note καὶ δίκας ἀπὸ ξυμβόλων ὑμῖν δικαζομένους, οὐδὲ φεύγων τὸ πλῆθος τὸ ὑμέτερον, τοὺς δʼ οἵους ὑμεῖς μισῶν συκοφάντας. 5.79

μὲν οὖν μετὰ τῆς πόλεως ὅλης ἀνάγκῃ μᾶλλον γνώμῃ ἔπραξεν, τούτων οὐ δίκαιός ἐστιν ἐμὸς πατὴρ ἰδίᾳ note δίκην διδόναι. ἅπασι γὰρ Μυτιληναίοις ἀείμνηστος τότε ἁμαρτία γεγένηται· ἠλλάξαντο μὲν γὰρ πολλῆς εὐδαιμονίας πολλὴν κακοδαιμονίαν, ἐπεῖδον δὲ τὴν ἑαυτῶν πατρίδα ἀνάστατον γενομένην. δὲ ἰδίᾳ οὗτοι διαβάλλουσι τὸν ἐμὸν πατέρα, μὴ πείθεσθε note· χρημάτων γὰρ ἕνεκα πᾶσα παρασκευὴ γεγένηται ἐπʼ ἐμοὶ note κἀκείνῳ. πολλὰ δʼ ἐστὶ τὰ συμβαλλόμενα τοῖς βουλομένοις τῶν ἀλλοτρίων ἐφίεσθαι. γέρων μὲν ἐκεῖνος ὥστʼ ἐμοὶ note βοηθεῖν, νεώτερος δʼ ἐγὼ πολλῷ ὥστε δύνασθαι ἐμαυτῷ τιμωρεῖν ἱκανῶς. 5.80ἀλλʼ ὑμεῖς βοηθήσατέ μοι, καὶ μὴ διδάσκετε τοὺς συκοφάντας μεῖζον ὑμῶν αὐτῶν δύνασθαι. ἐὰν μὲν γὰρ εἰσιόντες εἰς ὑμᾶς βούλονται πράσσωσι, δεδειγμένον ἔσται τούτους μὲν πείθειν, τὸ δʼ ὑμέτερον πλῆθος φεύγειν· ἐὰν δὲ εἰσιόντες εἰς ὑμᾶς πονηροὶ μὲν αὐτοὶ δοκῶσιν εἶναι, πλέον δʼ αὐτοῖς μηδὲν γένηται, ὑμετέρα τιμὴ καὶ δύναμις ἔσται, ὥσπερ καὶ τὸ δίκαιον ἔχει. ὑμεῖς οὖν ἐμοί τε βοηθεῖτε καὶ τῷ δικαίῳ. 5.81

ὅσα μὲν οὖν ἐκ τῶν ἀνθρωπίνων τεκμηρίων καὶ μαρτυριῶν οἷά τε ἦν ἀποδειχθῆναι, ἀκηκόατε· χρὴ δὲ καὶ τοῖς ἀπὸ τῶν θεῶν σημείοις γενομένοις εἰς τὰ τοιαῦτα οὐχ ἥκιστα τεκμηραμένους ψηφίζεσθαι. καὶ γὰρ τὰ τῆς πόλεως κοινὰ τούτοις μάλιστα πιστεύοντες ἀσφαλῶς διαπράσσεσθε, τοῦτο μὲν τὰ εἰς τοὺς κινδύνους ἥκοντα, τοῦτο δὲ εἰς note τὰ ἔξω τῶν κινδύνων. χρὴ δὲ καὶ εἰς τὰ ἴδια ταῦτα μέγιστα καὶ πιστότατα ἡγεῖσθαι. 5.82οἶμαι γὰρ ὑμᾶς ἐπίστασθαι ὅτι πολλοὶ ἤδη ἄνθρωποι μὴ καθαροὶ <τὰς> note χεῖρας ἄλλο τι μίασμα ἔχοντες συνεισβάντες εἰς τὸ πλοῖον συναπώλεσαν μετὰ τῆς αὑτῶν ψυχῆς τοὺς ὁσίως διακειμένους τὰ πρὸς τοὺς θεούς· τοῦτο δὲ ἤδη ἑτέρους ἀπολομένους μὲν οὔ, κινδυνεύσαντας δὲ τοὺς ἐσχάτους κινδύνους διὰ τοὺς τοιούτους ἀνθρώπους· τοῦτο note δὲ ἱεροῖς παραστάντες πολλοὶ δὴ καταφανεῖς ἐγένοντο οὐχ ὅσιοι ὄντες, καὶ note διακωλύοντες τὰ ἱερὰ μὴ γίγνεσθαι τὰ νομιζόμενα. 5.83ἐμοὶ τοίνυν ἐν πᾶσι τούτοις τὰ ἐναντία ἐγένετο. τοῦτο μὲν γὰρ ὅσοις συνέπλευσα, καλλίστοις ἐχρήσαντο πλοῖς· τοῦτο δὲ ὅπου ἱεροῖς παρέστην, οὐκ ἔστιν ὅπου οὐχὶ κάλλιστα τὰ ἱερὰ ἐγένετο. ἐγὼ ἀξιῶ μεγάλα μοι τεκμήρια εἶναι τῆς αἰτίας, ὅτι οὐκ ἀληθῆ μου οὗτοι κατηγοροῦσι. <εἰσὶ δέ μοι καὶ> note τούτων μάρτυρες.

Μάρτυρες

5.84

ἐπίσταμαι δὲ καὶ τάδε, ἄνδρες δικασταί, ὅτι εἰ μὲν ἐμοῦ κατεμαρτύρουν οἱ μάρτυρες, ὥς τι ἀνόσιον γεγένηται ἐμοῦ παρόντος ἐν πλοίῳ ἐν ἱεροῖς, αὐτοῖς γε τούτοις ἰσχυροτάτοις ἂν ἐχρῶντο, καὶ πίστιν τῆς αἰτίας ταύτην σαφεστάτην ἀπέφαινον, τὰ σημεῖα τὰ ἀπὸ τῶν θεῶν· νῦν δὲ τῶν τε σημείων ἐναντίων note τοῖς τούτων λόγοις γιγνομένων, note τῶν τε μαρτύρων μὲν ἐγὼ λέγω μαρτυρούντων ἀληθῆ εἶναι, δʼ οὗτοι κατηγοροῦσι ψευδῆ, τοῖς μὲν μαρτυροῦσιν ἀπιστεῖν ὑμᾶς κελεύουσι, τοῖς δὲ λόγοις οὓς αὐτοὶ λέγουσι πιστεύειν ὑμᾶς φασι χρῆναι. καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι τοῖς ἔργοις τοὺς λόγους ἐλέγχουσιν, οὗτοι δὲ τοῖς λόγοις τὰ ἔργα ζητοῦσιν ἄπιστα καθιστάναι. 5.85

ὅσα μὲν οὖν ἐκ τῶν κατηγορηθέντων μέμνημαι, ἄνδρες, ἀπολελόγημαι· οἶμαι δὲ καὶ note ὑμῶν <αὐτῶν ἕνεκα δεῖν ὑμᾶς μου> note ἀποψηφίσασθαι. ταὐτὰ note γὰρ ἐμέ τε σῴζει, καὶ ὑμῖν νόμιμα καὶ εὔορκα γίγνεται. κατὰ γὰρ τοὺς νόμους ὠμόσατε δικάσειν· ἐγὼ δὲ καθʼ οὓς μὲν ἀπήχθην, οὐκ ἔνοχός εἰμι τοῖς νόμοις, ὧν δʼ ἔχω τὴν αἰτίαν, ἀγών μοι νόμιμος ὑπολείπεται. εἰ δὲ δύο ἐξ ἑνὸς ἀγῶνος γεγένησθον, οὐκ ἐγὼ αἴτιος, ἀλλʼ οἱ κατήγοροι. καίτοι οὐ δήπου οἱ μὲν ἔχθιστοι οἱ ἐμοὶ δύο ἀγῶνας περὶ ἐμοῦ πεποιήκασιν, ὑμεῖς δὲ οἱ τῶν δικαίων ἴσοι κριταὶ προκαταγνώσεσθέ μου note ἐν τῷδε τῷ ἀγῶνι note τὸν φόνον. 5.86μὴ ὑμεῖς γε, ἄνδρες· ἀλλὰ δότε τι καὶ τῷ χρόνῳ, μεθʼ οὗ ὀρθότατα εὑρίσκουσιν οἱ τὴν ἀκρίβειαν ζητοῦντες τῶν πραγμάτων. ἠξίουν μὲν γὰρ ἔγωγε περὶ τῶν τοιούτων, ἄνδρες, εἶναι τὴν δίκην κατὰ τοὺς νόμους, κατὰ μέντοι <τούτους> note τὸ δίκαιον ὡς πλειστάκις ἐλέγχεσθαι. τοσούτῳ γὰρ ἄμεινον ἂν ἐγιγνώσκετο· οἱ γὰρ πολλοὶ ἀγῶνες τῇ μὲν ἀληθείᾳ σύμμαχοί εἰσι, τῇ δὲ διαβολῇ πολεμιώτατοι. 5.87φόνου γὰρ δίκη καὶ μὴ ὀρθῶς γνωσθεῖσα ἰσχυρότερον τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς ἐστιν· ἀνάγκη γὰρ, ἐὰν ὑμεῖς μου καταψηφίσησθε, καὶ μὴ ὄντα φονέα μηδʼ ἔνοχον τῷ ἔργῳ χρῆσθαι τῇ δίκῃ καὶ τῷ νόμῳ· καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴν δίκην τὴν δεδικασμένην παραβαίνειν, πιστεύσας αὑτῷ ὅτι οὐκ ἔνοχός ἐστιν, οὔτε ξυνειδὼς αὑτῷ τοιοῦτον ἔργον εἰργασμένῳ μὴ οὐ χρῆσθαι τῷ νόμῳ· ἀνάγκη δὲ τῆς <τε> δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς, ἄλλως τε καὶ ἐὰν μὴ τιμωρήσων. 5.88αὐτῶν δὲ τούτων ἕνεκα note οἵ τε νόμοι καὶ αἱ διωμοσίαι καὶ τὰ τόμια καὶ αἱ προρρήσεις, καὶ τἆλλʼ ὁπόσα note γίγνεται τῶν δικῶν ἕνεκα τοῦ φόνου, πολὺ διαφέροντά ἐστιν καὶ ἐπὶ τοῖς ἄλλοις, ὅτι καὶ αὐτὰ τὰ πράγματα, περὶ ὧν οἱ κίνδυνοι, περὶ πλείστου ἐστὶν ὀρθῶς γιγνώσκεσθαι· ὀρθῶς μὲν γὰρ γνωσθέντα τιμωρία ἐστὶ τῷ ἀδικηθέντι, φονέα δὲ τὸν μὴ αἴτιον ψηφισθῆναι ἁμαρτία καὶ ἀσέβειά ἐστιν εἴς τε τοὺς θεοὺς καὶ εἰς τοὺς νόμους. 5.89καὶ οὐκ ἴσον ἐστὶ τόν τε διώκοντα μὴ ὀρθῶς αἰτιάσασθαι note καὶ ὑμᾶς τοὺς δικαστὰς μὴ ὀρθῶς γνῶναι. μὲν γὰρ τούτων αἰτίασις οὐκ ἔχει τέλος, ἀλλʼ ἐν ὑμῖν ἐστι καὶ τῇ δίκῃ· τι δʼ ἂν ὑμεῖς ἐν αὐτῇ τῇ δίκῃ μὴ ὀρθῶς γνῶτε, τοῦτο οὐκ ἔστιν ὅποι ἄν τις ἀνενεγκὼν note τὴν ἁμαρτίαν ἀπολύσαιτο. 5.90

πῶς ἂν οὖν ὀρθῶς δικάσαιτε note περὶ αὐτῶν; εἰ τούτους τε ἐάσετε τὸν νομιζόμενον ὅρκον διομοσαμένους κατηγορῆσαι, κἀμὲ περὶ αὐτοῦ τοῦ πράγματος ἀπολογήσασθαι. πῶς δὲ ἐάσετε; ἐὰν νυνὶ ἀποψηφίσησθέ μου. διαφεύγω γὰρ οὐδʼ οὕτω τὰς ὑμετέρας γνώμας, ἀλλʼ ὑμεῖς ἔσεσθε οἱ κἀκεῖ note περὶ ἐμοῦ διαψηφιζόμενοι. καὶ φεισαμένοις note μὲν ὑμῖν ἐμοῦ νῦν ἔξεστι τότε χρῆσθαι τι ἂν βούλησθε, note ἀπολέσασι δὲ note οὐδὲ βουλεύσασθαι ἔτι περὶ ἐμοῦ ἐγχωρεῖ. 5.91

καὶ μὴν εἰ δέοι ἁμαρτεῖν τι, τὸ note ἀδίκως ἀπολῦσαι ὁσιώτερον ἂν εἴη note τοῦ note μὴ δικαίως ἀπολέσαι· τὸ μὲν γὰρ ἁμάρτημα μόνον ἐστί, τὸ δὲ ἕτερον καὶ ἀσέβημα. ἐν χρὴ πολλὴν πρόνοιαν ἔχειν, μέλλοντας ἀνήκεστον note ἔργον ἐργάζεσθαι. ἐν μὲν γὰρ ἀκεστῷ note πράγματι καὶ ὀργῇ χρησαμένους καὶ διαβολῇ πιθομένους note ἔλαττόν ἐστιν ἐξαμαρτεῖν· μεταγνοὺς γάρ <τις> note ἔτι ἂν ὀρθῶς βουλεύσαιτο· ἐν δὲ τοῖς ἀνηκέστοις πλέον βλάβος τὸ μετανοεῖν καὶ γνῶναι ἐξημαρτηκότας. ἤδη δέ τισιν ὑμῶν καὶ μετεμέλησεν ἀπολωλεκόσι. καίτοι ὅπου note ὑμῖν τοῖς ἐξαπατηθεῖσι μετεμέλησεν, note καὶ πάνυ τοι χρῆν note τούς γε ἐξαπατῶντας ἀπολωλέναι. 5.92

ἔπειτα δὲ τὰ μὲν ἀκούσια τῶν ἁμαρτημάτων ἔχει συγγνώμην, τὰ δὲ ἑκούσια οὐκ ἔχει. τὸ μὲν γὰρ note ἀκούσιον ἁμάρτημα, ἄνδρες, τῆς τύχης ἐστί, τὸ δὲ ἑκούσιον τῆς γνώμης. note ἑκούσιον δὲ πῶς ἂν εἴη μᾶλλον εἴ τις, ὧν βουλὴν ποιοῖτο, ταῦτα παραχρῆμα ἐξεργάζοιτο; note καὶ μὴν τὴν ἴσην γε δύναμιν ἔχει, ὅστις τε ἂν τῇ χειρὶ ἀποκτείνῃ ἀδίκως καὶ ὅστις τῇ ψήφῳ. 5.93

εὖ δʼ ἴστε ὅτι οὐκ ἄν ποτʼ ἦλθον εἰς τὴν πόλιν, εἴ τι ξυνῄδη ἐμαυτῷ τοιοῦτον· νῦν δὲ πιστεύων τῷ δικαίῳ, οὗ πλέονος οὐδέν ἐστιν ἄξιον ἀνδρὶ συναγωνίζεσθαι, μηδὲν αὑτῷ συνειδότι ἀνόσιον εἰργασμένῳ μηδʼ note εἰς τοὺς θεοὺς ἠσεβηκότι· ἐν γὰρ τῷ τοιούτῳ ἤδη καὶ τὸ σῶμα ἀπειρηκὸς ψυχὴ συνεξέσωσεν, ἐθέλουσα ταλαιπωρεῖν διὰ τὸ μὴ ξυνειδέναι ἑαυτῇ. τῷ δὲ ξυνειδότι τοῦτο αὐτὸ πρῶτον πολέμιόν ἐστιν· ἔτι γὰρ καὶ τοῦ σώματος ἰσχύοντος ψυχὴ προαπολείπει, ἡγουμένη τὴν τιμωρίαν οἱ ἥκειν ταύτην τῶν ἀσεβημάτων note ἐγὼ δʼ ἐμαυτῷ τοιοῦτον οὐδὲν ξυνειδὼς ἥκω εἰς ὑμᾶς. 5.94

τὸ δὲ note τοὺς κατηγόρους διαβάλλειν οὐδέν ἐστι θαυμαστόν. τούτων γὰρ ἔργον τοῦτο, ὑμῶν δὲ τὸ μὴ πείθεσθαι τὰ μὴ δίκαια. τοῦτο μὲν γὰρ ἐμοὶ πειθομένοις ὑμῖν note μεταμελῆσαι ἔστιν, καὶ τούτου φάρμακον τὸ αὖθις κολάσαι, τοῦ δὲ τούτοις πειθομένους ἐξεργάσασθαι οὗτοι βούλονται οὐκ ἔστιν ἴασις. οὐδὲ χρόνος πολὺς διαφέρων, ἐν ταῦτα νομίμως πράξεθʼ note note νῦν ὑμᾶς παρανόμως πείθουσιν οἱ κατήγοροι ψηφίσασθαι. οὔ τοι τῶν ἐπειγομένων ἐστὶ τὰ πράγματα, ἀλλὰ τῶν εὖ βουλευομένων. νῦν μὲν οὖν γνωρισταὶ γίγνεσθε τῆς δίκης, τότε δὲ δικασταὶ τῶν μαρτύρων note νῦν μὲν δοξασταί, τότε δὲ κριταὶ τῶν ἀληθῶν. 5.95

ῥᾷστον δέ τοί note ἐστιν ἀνδρὸς περὶ θανάτου φεύγοντος τὰ ψευδῆ καταμαρτυρῆσαι. ἐὰν γὰρ τὸ παραχρῆμα μόνον πείσωσιν ὥστε ἀποκτεῖναι, ἅμα τῷ σώματι καὶ τιμωρία ἀπόλωλεν. οὐδὲ γὰρ οἱ φίλοι ἔτι θελήσουσιν ὑπὲρ ἀπολωλότος τιμωρεῖν· ἐὰν δὲ καὶ βουληθῶσιν, τί ἔσται πλέον τῷ γε ἀποθανόντι; 5.96νῦν μὲν οὖν ἀποψηφίσασθέ μου· ἐν δὲ τῇ τοῦ φόνου δίκῃ οὗτοί τε τὸν νομιζόμενον ὅρκον διομοσάμενοι ἐμοῦ κατηγορήσουσι, καὶ ὑμεῖς περὶ ἐμοῦ κατὰ τοὺς κειμένους νόμους διαγνώσεσθε, καὶ ἐμοὶ οὐδεὶς λόγος ἔσται note ἔτι, ἐάν τι πάσχω, ὡς παρανόμως note ἀπωλόμην.

ταῦτά τοι δέομαι ὑμῶν, οὔτε τὸ ὑμέτερον εὐσεβὲς παριεὶς note οὔτε ἐμαυτὸν ἀποστερῶν τὸ δίκαιον· ἐν δὲ τῷ ὑμετέρῳ ὅρκῳ καὶ ἐμὴ σωτηρία ἔνεστι. πειθόμενοι δὲ τούτων ὅτῳ βούλεσθε, ἀποψηφίσασθέ μου.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 4δ Antiph. 5 (English) >>Antiph. 6

Powered by PhiloLogic