Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.23 Antiph. 5.26 (English) >>Antiph. 5.29

5.25

τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν· ἐκ δὲ τούτων ἤδη σκοπεῖτε τὰ εἰκότα. πρῶτον μὲν γὰρ πρὶν ἀνάγεσθαί με εἰς τὴν Αἶνον, ὅτε ἦν ἀφανὴς ἀνήρ, οὐδεὶς ᾐτιάσατό με ἀνθρώπων, ἤδη πεπυσμένων τούτων τὴν ἀγγελίαν· οὐ γὰρ ἄν ποτε ᾠχόμην πλέων. ἀλλʼ εἰς μὲν τὸ παραχρῆμα κρεῖσσον ἦν τὸ ἀληθὲς καὶ τὸ γεγενημένον τῆς τούτων αἰτιάσεως, καὶ ἅμα ἐγὼ ἔτι ἐπεδήμουν· ἐπειδὴ δὲ ἐγώ τε ᾠχόμην πλέων καὶ οὗτοι ἐξ ἐπιβουλῆς συνέθεσαν ταῦτα καὶ ἐμηχανήσαντο κατʼ ἐμοῦ, τότε ᾐτιάσαντο. 5.26

λέγουσι δὲ ὡς ἐν μὲν τῇ γῇ ἀπέθανεν ἀνήρ, κἀγὼ λίθον αὐτῷ ἐνέβαλον note εἰς τὴν κεφαλήν, ὃς οὐκ ἐξέβην τὸ παράπαν ἐκ τοῦ πλοίου. καὶ τοῦτο μὲν ἀκριβῶς οὗτοι ἴσασιν. ὅπως δʼ ἠφανίσθη ἀνήρ, οὐδενὶ λόγῳ εἰκότι δύνανται ἀποφαίνειν. δῆλον γὰρ ὅτι ἐγγύς που τοῦ λιμένος εἰκὸς ἦν τοῦτο note γίγνεσθαι, τοῦτο μὲν μεθύοντος τοῦ ἀνδρός, τοῦτο δὲ νύκτωρ ἐκβάντος ἐκ τοῦ πλοίου· οὔτε γὰρ αὑτοῦ note κρατεῖν ἴσως ἂν ἐδύνατο, οὔτε τῷ ἀπάγοντι νύκτωρ μακρὰν ὁδὸν πρόφασις ἂν εἰκότως ἐγίγνετο· 5.27ζητουμένου δὲ τοῦ ἀνδρὸς δύο ἡμέρας καὶ ἐν τῷ λιμένι καὶ ἄπωθεν τοῦ λιμένος, οὔτε ὀπτὴρ οὐδεὶς ἐφάνη οὔθʼ αἷμα οὔτʼ ἄλλο σημεῖον οὐδέν. κᾆτʼ ἐγὼ συγχωρῶ τῷ τούτων λόγῳ, παρεχόμενος μὲν τοὺς μάρτυρας ὡς οὐκ ἐξέβην ἐκ τοῦ πλοίου· εἰ δὲ καὶ ὡς μάλιστα ἐξέβην ἐκ τοῦ πλοίου, οὐδενὶ τρόπῳ εἰκὸς ἦν ἀφανισθέντα λαθεῖν τὸν ἄνθρωπον, εἴπερ γε note μὴ πάνυ πόρρω ἀπῆλθεν ἀπὸ τῆς θαλάσσης.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.23 Antiph. 5.26 (English) >>Antiph. 5.29

Powered by PhiloLogic