5.28
ἀλλʼ ὡς κατεποντώθη λέγουσιν. ἐν τίνι πλοίῳ; δῆλον γὰρ ὅτι ἐξ αὐτοῦ τοῦ λιμένος ἦν τὸ πλοῖον. πῶς ἂν οὖν οὐκ ἐξηυρέθη; καὶ μὴν εἰκός γε ἦν καὶ σημεῖόν τι γενέσθαι ἐν τῷ πλοίῳ ἀνδρὸς τεθνεῶτος <ἐντιθεμένου> note καὶ ἐκβαλλομένου νύκτωρ. νῦν δὲ ἐν ᾧ μὲν ἔπινε πλοίῳ καὶ ἐξ οὗ ἐξέβαινεν, ἐν τούτῳ φασὶν εὑρεῖν σημεῖα, ἐν ᾧ αὐτοὶ μὴ ὁμολογοῦσιν ἀποθανεῖν τὸν ἄνδρα· ἐν ᾧ δὲ κατεποντώθη, οὐχ ηὗρον οὔτʼ αὐτὸ τὸ πλοῖον οὔτε σημεῖον οὐδέν. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι. note
Μάρτυρες
5.29
ἐπειδὴ δὲ ἐγὼ μὲν φροῦδος ἦ πλέων εἰς τὴν Αἶνον, τὸ δὲ πλοῖον ἧκεν εἰς τὴν Μυτιλήνην ἐν ᾧ ἐγὼ καὶ ὁ note Ἡρῴδης ἐπίνομεν, note πρῶτον μὲν εἰσβάντες εἰς τὸ πλοῖον ἠρεύνων, καὶ ἐπειδὴ τὸ αἷμα note ηὗρον, ἐνταῦθα ἔφασαν τεθνάναι τὸν ἄνδρα· ἐπειδὴ δὲ αὐτοῖς τοῦτο οὐκ ἐνεχώρει, ἀλλʼ ἐφαίνετο τῶν note προβάτων ὂν αἷμα, ἀποτραπόμενοι τούτου τοῦ λόγου συλλαβόντες ἐβασάνιζον τοὺς ἀνθρώπους.
5.30καὶ ὃν μὲν τότε παραχρῆμα ἐβασάνισαν, οὗτος μὲν οὐδὲν εἶπε περὶ ἐμοῦ φλαῦρον· ὃν δʼ ἡμέραις ὕστερον πολλαῖς ἐβασάνισαν, ἔχοντες παρὰ σφίσιν αὐτοῖς τὸν πρόσθεν χρόνον, οὗτος ἦν ὁ πεισθεὶς ὑπὸ τούτων καὶ καταψευσάμενος ἐμοῦ. παρέξομαι δὲ τούτων τοὺς μάρτυρας.
Μάρτυρες
note