Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.27 Antiph. 5.31 (English) >>Antiph. 5.35

5.29

ἐπειδὴ δὲ ἐγὼ μὲν φροῦδος πλέων εἰς τὴν Αἶνον, τὸ δὲ πλοῖον ἧκεν εἰς τὴν Μυτιλήνην ἐν ἐγὼ καὶ note Ἡρῴδης ἐπίνομεν, note πρῶτον μὲν εἰσβάντες εἰς τὸ πλοῖον ἠρεύνων, καὶ ἐπειδὴ τὸ αἷμα note ηὗρον, ἐνταῦθα ἔφασαν τεθνάναι τὸν ἄνδρα· ἐπειδὴ δὲ αὐτοῖς τοῦτο οὐκ ἐνεχώρει, ἀλλʼ ἐφαίνετο τῶν note προβάτων ὂν αἷμα, ἀποτραπόμενοι τούτου τοῦ λόγου συλλαβόντες ἐβασάνιζον τοὺς ἀνθρώπους. 5.30καὶ ὃν μὲν τότε παραχρῆμα ἐβασάνισαν, οὗτος μὲν οὐδὲν εἶπε περὶ ἐμοῦ φλαῦρον· ὃν δʼ ἡμέραις ὕστερον πολλαῖς ἐβασάνισαν, ἔχοντες παρὰ σφίσιν αὐτοῖς τὸν πρόσθεν χρόνον, οὗτος ἦν πεισθεὶς ὑπὸ τούτων καὶ καταψευσάμενος ἐμοῦ. παρέξομαι δὲ τούτων τοὺς μάρτυρας.

Μάρτυρες

note
5.31ὡς μὲν ὕστερον τοσούτῳ note χρόνῳ ἀνὴρ ἐβασανίσθη, μεμαρτύρηται ὑμῖν· προσέχετε δὲ τὸν νοῦν αὐτῇ τῇ βασάνῳ, οἵα γεγένηται. μὲν γὰρ δοῦλος, ἴσως οὗτοι τοῦτο μὲν ἐλευθερίαν ὑπέσχοντο, τοῦτο δʼ ἐπὶ τούτοις ἦν παύσασθαι κακούμενον αὐτόν, ἴσως ὑπʼ ἀμφοῖν πεισθεὶς κατεψεύσατό μου, τὴν μὲν ἐλευθερίαν ἐλπίσας οἴσεσθαι, τῆς δὲ βασάνου εἰς τὸ παραχρῆμα βουλόμενος ἀπηλλάχθαι. οἶμαι δʼ ὑμᾶς ἐπίστασθαι τοῦτο, ὅτι ἐφʼ οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου, 5.32πρὸς τούτων εἰσὶν οἱ βασανιζόμενοι λέγειν τι ἂν note ἐκείνοις μέλλωσι χαριεῖσθαι· ἐν τούτοις γὰρ αὐτοῖς ἐστιν ὠφέλεια, ἄλλως τε κἂν μὴ παρόντες τυγχάνωσιν ὧν ἂν καταψεύδωνται. εἰ μὲν γὰρ ἐγὼ note ἐκέλευον αὐτὸν στρεβλοῦν ὡς οὐ τἀληθῆ λέγοντα, ἴσως ἂν ἐν αὐτῷ τούτῳ ἀπετρέπετο μηδὲν κατʼ ἐμοῦ καταψεύδεσθαι· νῦν δὲ αὑτοὶ ἦσαν καὶ βασανισταὶ καὶ ἐπιτιμηταὶ τῶν σφίσιν αὐτοῖς συμφερόντων.


Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.27 Antiph. 5.31 (English) >>Antiph. 5.35

Powered by PhiloLogic