Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.66 Antiph. 5.69 (English) >>Antiph. 5.72

5.68αὐτίκα Ἐφιάλτην τὸν ὑμέτερον πολίτην οὐδέπω νῦν ηὕρηνται οἱ ἀποκτείναντες· εἰ οὖν τις ἠξίου τοὺς συνόντας ἐκείνῳ εἰκάζειν οἵτινες ἦσαν οἱ ἀποκτείναντες Ἐφιάλτην, note εἰ δὲ μή, ἐνόχους εἶναι τῷ φόνῳ, οὐκ ἂν καλῶς εἶχε τοῖς συνοῦσιν. ἔπειτα οἵ γε Ἐφιάλτην ἀποκτείναντες οὐκ ἐζήτησαν τὸν νεκρὸν ἀφανίσαι, οὐδʼ ἐν τούτῳ κινδυνεύειν μηνῦσαι τὸ πρᾶγμα, ὥσπερ οἵδε φασὶν ἐμὲ τῆς μὲν ἐπιβουλῆς οὐδένα κοινωνὸν ποιήσασθαι τοῦ θανάτου, τῆς δʼ ἀναιρέσεως. 5.69

τοῦτο δʼ ἐντὸς οὐ πολλοῦ χρόνου παῖς ἐζήτησεν οὐδὲ δώδεκα ἔτη γεγονὼς τὸν δεσπότην ἀποκτεῖναι. καὶ εἰ μὴ φοβηθείς, ὡς ἀνεβόησεν, ἐγκαταλιπὼν τὴν μάχαιραν ἐν note τῇ σφαγῇ ᾤχετο φεύγων, ἀλλʼ ἐτόλμησε μεῖναι, ἀπώλοντʼ ἂν οἱ ἔνδον ὄντες note ἅπαντες· οὐδεὶς γὰρ ἂν ᾤετο τὸν παῖδα τολμῆσαί ποτε τοῦτο· νῦν δὲ συλληφθεὶς αὐτὸς ὕστερον κατεῖπεν αὑτοῦ.

τοῦτο δὲ περὶ χρημάτων αἰτίαν ποτὲ σχόντες οὐκ οὖσαν, ὥσπερ ἐγὼ νῦν, οἱ Ἑλληνοταμίαι οἱ note ὑμέτεροι, ἐκεῖνοι μὲν ἅπαντες ἀπέθανον note ὀργῇ μᾶλλον γνώμῃ, πλὴν ἑνός, τὸ δὲ πρᾶγμα ὕστερον καταφανὲς ἐγένετο. 5.70τοῦ δʼ ἑνὸς τούτουΣωσίαν ὄνομά φασιν αὐτῷ εἶναικατέγνωστο μὲν ἤδη θάνατος, ἐτεθνήκει δὲ οὔπω· καὶ ἐν τούτῳ ἐδηλώθη τῷ τρόπῳ ἀπωλώλει τὰ χρήματα, καὶ ἀνὴρ ἀπήχθη ὑπὸ τοῦ δήμου τοῦ ὑμετέρου παραδεδομένος ἤδη τοῖς ἕνδεκα, οἱ δʼ ἄλλοι ἐτέθνασαν οὐδὲν αἴτιοι ὄντες.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.66 Antiph. 5.69 (English) >>Antiph. 5.72

Powered by PhiloLogic