Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.72 Antiph. 5.74 (English) >>Antiph. 5.78

5.73

εὖ δὲ ἴστε ὅτι ἐλεηθῆναι ὑφʼ ὑμῶν ἄξιός εἰμι μᾶλλον δίκην δοῦναι· δίκην μὲν γὰρ εἰκός ἐστι διδόναι τοὺς ἀδικοῦντας, ἐλεεῖσθαι δὲ τοὺς ἀδίκως κινδυνεύοντας. κρεῖσσον δὲ χρὴ γίγνεσθαι ἀεὶ τὸ ὑμέτερον δυνάμενον ἐμὲ δικαίως σῴζειν τὸ τῶν ἐχθρῶν βουλόμενον ἀδίκως με ἀπολλύναι. ἐν μὲν γὰρ τῷ ἐπισχεῖν ἔστι καὶ τὰ δεινὰ ταῦτα ποιῆσαι οὗτοι κελεύουσιν· ἐν δὲ τῷ παραχρῆμα οὐκ ἔστιν ἀρχὴν note ὀρθῶς βουλεύεσθαι. 5.74

δεῖ δέ με καὶ ὑπὲρ τοῦ πατρὸς ἀπολογήσασθαι. καίτοι γε πολλῷ μᾶλλον εἰκὸς ἦν ἐκεῖνον ὑπὲρ ἐμοῦ ἀπολογήσασθαι, πατέρα ὄντα· μὲν γὰρ πολλῷ πρεσβύτερός ἐστι τῶν ἐμῶν πραγμάτων, ἐγὼ δὲ πολλῷ νεώτερος τῶν ἐκείνῳ πεπραγμένων, καὶ εἰ μὲν ἐγὼ τούτου ἀγωνιζομένου κατεμαρτύρουν μὴ σαφῶς ᾔδη, ἀκοῇ δὲ ἠπιστάμην, δεινὰ ἂν ἔφη πάσχειν ὑπʼ ἐμοῦ· 5.75νῦν δὲ ἀναγκάζων ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. ὅμως μέντοι καθʼ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς ἀκούοντα ἐν ὑμῖν ἀδίκως. καίτοι τάχʼ ἂν σφαλείην, ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτʼ ἐγὼ λόγῳ μὴ ὀρθῶς εἰπών· ὅμως δʼ οὖν κεκινδυνεύσεται. note 5.76

πρὶν μὲν γὰρ τὴν ἀπόστασιν τὴν Μυτιληναίων note γενέσθαι, ἔργῳ τὴν εὔνοιαν ἐδείκνυε τὴν εἰς ὑμᾶς· ἐπειδὴ δὲ πόλις ὅλη κακῶς ἐβουλεύσατο ἀποστᾶσα καὶ ἥμαρτε τῆς ὑμετέρας γνώμης, note μετὰ τῆς πόλεως ὅλης ἠναγκάσθη συνεξαμαρτεῖν. τὴν μὲν οὖν γνώμην ἔτι καὶ ἐν ἐκείνοις ὅμοιος ἦν εἰς ὑμᾶς, τὴν δʼ εὔνοιαν οὐκέτι ἦν ἐπʼ ἐκείνῳ τὴν αὐτὴν εἰς ὑμᾶς παρέχειν. οὔτε γὰρ ἐκλιπεῖν τὴν πόλιν εὐρόπως note εἶχεν αὐτῷ· ἱκανὰ γὰρ ἦν τὰ ἐνέχυρα εἴχετο αὐτοῦ, οἵ τε παῖδες καὶ τὰ χρήματα· τοῦτο δʼ αὖ μένοντι πρὸς τὴν πόλιν αὐτῷ ἀδυνάτως εἶχεν ἰσχυρίζεσθαι.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.72 Antiph. 5.74 (English) >>Antiph. 5.78

Powered by PhiloLogic