Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.74 Antiph. 5.78 (English) >>Antiph. 5.81

5.77ἐπεὶ δʼ ὑμεῖς τοὺς αἰτίους τούτων ἐκολάσατε, ἐν οἷς οὐκ ἐφαίνετο ὢν ἐμὸς πατήρ, τοῖς δʼ ἄλλοις Μυτιληναίοις ἄδειαν ἐδώκατε οἰκεῖν τὴν σφετέραν αὐτῶν, οὐκ ἔστιν τι ὕστερον αὐτῷ ἡμάρτηται τῷ ἐμῷ πατρί, note οὐδʼ τι οὐ πεποίηται τῶν δεόντων, οὐδʼ ἧς τινος λῃτουργίας πόλις ἐνδεὴς γεγένηται, οὔτε ὑμετέρα οὔτε Μυτιληναίων, ἀλλὰ καὶ χορηγίας χορηγεῖ note καὶ τέλη κατατίθησιν. note 5.78εἰ δʼ ἐν Αἴνῳ χωροφιλεῖ, τοῦτο <ποιεῖ> note οὐκ ἀποστερῶν γε τῶν εἰς τὴν πόλιν ἑαυτὸν οὐδενὸς οὐδʼ ἑτέρας πόλεως πολίτης γεγενημένος, ὥσπερ ἑτέρους ὁρῶ, τοὺς μὲν εἰς τὴν ἤπειρον ἰόντας καὶ οἰκοῦντας ἐν τοῖς πολεμίοις τοῖς ὑμετέροις, <τοὺς δὲ> note καὶ δίκας ἀπὸ ξυμβόλων ὑμῖν δικαζομένους, οὐδὲ φεύγων τὸ πλῆθος τὸ ὑμέτερον, τοὺς δʼ οἵους ὑμεῖς μισῶν συκοφάντας. 5.79

μὲν οὖν μετὰ τῆς πόλεως ὅλης ἀνάγκῃ μᾶλλον γνώμῃ ἔπραξεν, τούτων οὐ δίκαιός ἐστιν ἐμὸς πατὴρ ἰδίᾳ note δίκην διδόναι. ἅπασι γὰρ Μυτιληναίοις ἀείμνηστος τότε ἁμαρτία γεγένηται· ἠλλάξαντο μὲν γὰρ πολλῆς εὐδαιμονίας πολλὴν κακοδαιμονίαν, ἐπεῖδον δὲ τὴν ἑαυτῶν πατρίδα ἀνάστατον γενομένην. δὲ ἰδίᾳ οὗτοι διαβάλλουσι τὸν ἐμὸν πατέρα, μὴ πείθεσθε note· χρημάτων γὰρ ἕνεκα πᾶσα παρασκευὴ γεγένηται ἐπʼ ἐμοὶ note κἀκείνῳ. πολλὰ δʼ ἐστὶ τὰ συμβαλλόμενα τοῖς βουλομένοις τῶν ἀλλοτρίων ἐφίεσθαι. γέρων μὲν ἐκεῖνος ὥστʼ ἐμοὶ note βοηθεῖν, νεώτερος δʼ ἐγὼ πολλῷ ὥστε δύνασθαι ἐμαυτῷ τιμωρεῖν ἱκανῶς.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.74 Antiph. 5.78 (English) >>Antiph. 5.81

Powered by PhiloLogic