Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.92 Antiph. 5.95 (English) >>Antiph. 6.1

5.94

τὸ δὲ note τοὺς κατηγόρους διαβάλλειν οὐδέν ἐστι θαυμαστόν. τούτων γὰρ ἔργον τοῦτο, ὑμῶν δὲ τὸ μὴ πείθεσθαι τὰ μὴ δίκαια. τοῦτο μὲν γὰρ ἐμοὶ πειθομένοις ὑμῖν note μεταμελῆσαι ἔστιν, καὶ τούτου φάρμακον τὸ αὖθις κολάσαι, τοῦ δὲ τούτοις πειθομένους ἐξεργάσασθαι οὗτοι βούλονται οὐκ ἔστιν ἴασις. οὐδὲ χρόνος πολὺς διαφέρων, ἐν ταῦτα νομίμως πράξεθʼ note note νῦν ὑμᾶς παρανόμως πείθουσιν οἱ κατήγοροι ψηφίσασθαι. οὔ τοι τῶν ἐπειγομένων ἐστὶ τὰ πράγματα, ἀλλὰ τῶν εὖ βουλευομένων. νῦν μὲν οὖν γνωρισταὶ γίγνεσθε τῆς δίκης, τότε δὲ δικασταὶ τῶν μαρτύρων note νῦν μὲν δοξασταί, τότε δὲ κριταὶ τῶν ἀληθῶν. 5.95

ῥᾷστον δέ τοί note ἐστιν ἀνδρὸς περὶ θανάτου φεύγοντος τὰ ψευδῆ καταμαρτυρῆσαι. ἐὰν γὰρ τὸ παραχρῆμα μόνον πείσωσιν ὥστε ἀποκτεῖναι, ἅμα τῷ σώματι καὶ τιμωρία ἀπόλωλεν. οὐδὲ γὰρ οἱ φίλοι ἔτι θελήσουσιν ὑπὲρ ἀπολωλότος τιμωρεῖν· ἐὰν δὲ καὶ βουληθῶσιν, τί ἔσται πλέον τῷ γε ἀποθανόντι; 5.96νῦν μὲν οὖν ἀποψηφίσασθέ μου· ἐν δὲ τῇ τοῦ φόνου δίκῃ οὗτοί τε τὸν νομιζόμενον ὅρκον διομοσάμενοι ἐμοῦ κατηγορήσουσι, καὶ ὑμεῖς περὶ ἐμοῦ κατὰ τοὺς κειμένους νόμους διαγνώσεσθε, καὶ ἐμοὶ οὐδεὶς λόγος ἔσται note ἔτι, ἐάν τι πάσχω, ὡς παρανόμως note ἀπωλόμην.

ταῦτά τοι δέομαι ὑμῶν, οὔτε τὸ ὑμέτερον εὐσεβὲς παριεὶς note οὔτε ἐμαυτὸν ἀποστερῶν τὸ δίκαιον· ἐν δὲ τῷ ὑμετέρῳ ὅρκῳ καὶ ἐμὴ σωτηρία ἔνεστι. πειθόμενοι δὲ τούτων ὅτῳ βούλεσθε, ἀποψηφίσασθέ μου.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 5.92 Antiph. 5.95 (English) >>Antiph. 6.1

Powered by PhiloLogic