Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 6.12 Antiph. 6.15 (English) >>Antiph. 6.18

6.14καθειστήκει μὲν χορηγία οὕτω. καὶ τούτων εἴ τι ψεύδομαι προφάσεως ἕνεκα, ἔξεστι τῷ κατηγόρῳ ἐξελέγξαι ἐν τῷ ὑστέρῳ λόγῳ τι ἂν βούληται εἰπεῖν. note ἐπεί τοι οὕτως ἔχει, ἄνδρες· πολλοὶ τῶν περιεστώτων τούτων τὰ μὲν πράγματα ταῦτα πάντα ἀκριβῶς ἐπίστανται, καὶ τοῦ ὁρκωτοῦ ἀκούουσι, καὶ ἐμοὶ προσέχουσι τὸν νοῦν ἅττα ἐγὼ ἀποκρίνομαι, οἷς ἐγὼ βουλοίμην note ἂν δοκεῖν αὐτός τε εὔορκος εἶναι καὶ ὑμᾶς τἀληθῆ λέγων πεῖσαι ἀποψηφίσασθαί μου. 6.15

πρῶτον μὲν οὖν ἀποδείξω ὑμῖν ὅτι οὔτʼ ἐκέλευσα πιεῖν τὸν παῖδα τὸ φάρμακον οὔτʼ ἠνάγκασα οὔτʼ ἔδωκα καὶ οὐδὲ note παρῆ ὅτʼ ἔπιεν. καὶ οὐ τούτου ἕνεκα ταῦτα σφόδρα λέγω, ὡς ἐμαυτὸν ἔξω αἰτίας καταστήσω, ἕτερον δέ τινα εἰς αἰτίαν ἀγάγω· οὐ δῆτα ἔγωγε, πλήν γε τῆς τύχης, ἥπερ οἶμαι καὶ ἄλλοις πολλοῖς ἀνθρώπων αἰτία ἐστὶν ἀποθανεῖν· ἣν οὔτʼ ἂν ἐγὼ οὔτʼ ἄλλος οὐδεὶς οἷός τʼ ἂν εἴη ἀποτρέψαι note μὴ οὐ γενέσθαι ἥντινα δεῖ ἑκάστῳ.... note

Μάρτυρες

6.16

μεμαρτύρηται μὲν οὖν, ἄνδρες, περὶ τοῦ πράγματος ἐγὼ ὑμῖν ὑπεσχόμην· ἐξ αὐτῶν δὲ τούτων χρὴ σκοπεῖν τε οὗτοι διωμόσαντο καὶ ἐγώ, πότεροι ἀληθέστερα καὶ εὐορκότερα. διωμόσαντο δὲ οὗτοι μὲν ἀποκτεῖναί με Διόδοτον βουλεύσαντα τὸν θάνατον, ἐγὼ δὲ μὴ ἀποκτεῖναι, note μήτε χειρὶ ἐργασάμενος note μήτε βουλεύσας.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 6.12 Antiph. 6.15 (English) >>Antiph. 6.18

Powered by PhiloLogic