Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 6.13 Antiph. 6.16 (English) >>Antiph. 6.19

6.15

πρῶτον μὲν οὖν ἀποδείξω ὑμῖν ὅτι οὔτʼ ἐκέλευσα πιεῖν τὸν παῖδα τὸ φάρμακον οὔτʼ ἠνάγκασα οὔτʼ ἔδωκα καὶ οὐδὲ note παρῆ ὅτʼ ἔπιεν. καὶ οὐ τούτου ἕνεκα ταῦτα σφόδρα λέγω, ὡς ἐμαυτὸν ἔξω αἰτίας καταστήσω, ἕτερον δέ τινα εἰς αἰτίαν ἀγάγω· οὐ δῆτα ἔγωγε, πλήν γε τῆς τύχης, ἥπερ οἶμαι καὶ ἄλλοις πολλοῖς ἀνθρώπων αἰτία ἐστὶν ἀποθανεῖν· ἣν οὔτʼ ἂν ἐγὼ οὔτʼ ἄλλος οὐδεὶς οἷός τʼ ἂν εἴη ἀποτρέψαι note μὴ οὐ γενέσθαι ἥντινα δεῖ ἑκάστῳ.... note

Μάρτυρες

6.16

μεμαρτύρηται μὲν οὖν, ἄνδρες, περὶ τοῦ πράγματος ἐγὼ ὑμῖν ὑπεσχόμην· ἐξ αὐτῶν δὲ τούτων χρὴ σκοπεῖν τε οὗτοι διωμόσαντο καὶ ἐγώ, πότεροι ἀληθέστερα καὶ εὐορκότερα. διωμόσαντο δὲ οὗτοι μὲν ἀποκτεῖναί με Διόδοτον βουλεύσαντα τὸν θάνατον, ἐγὼ δὲ μὴ ἀποκτεῖναι, note μήτε χειρὶ ἐργασάμενος note μήτε βουλεύσας. 6.17

αἰτιῶνται δὲ οὗτοι μὲν ἐκ τούτων, ὡς αἴτιος ὃς note ἐκέλευσε note πιεῖν τὸν παῖδα τὸ φάρμακον ἠνάγκασεν ἔδωκεν· ἐγὼ δὲ ἐξ αὐτῶν τούτων ὧν αἰτιῶνται οὗτοι ἀποφανῶ ὅτι οὐκ ἔνοχός εἰμι· οὔτε γὰρ ἐκέλευσα οὔτʼ ἠνάγκασα οὔτʼ ἔδωκα note· καὶ ἔτι προστίθημι note αὐτοῖς ὅτι οὐ παρεγενόμην πίνοντι. καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἐκέλευσεν, note ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἐκέλευσα. καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἠνάγκασεν, ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἠνάγκασα. καὶ εἰ τὸν δόντα τὸ φάρμακόν φασιν αἴτιον εἶναι, ἐγὼ οὐκ αἴτιος· οὐ γὰρ ἔδωκα.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 6.13 Antiph. 6.16 (English) >>Antiph. 6.19

Powered by PhiloLogic