Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 6.45 Antiph. 6.47 (English) >>Antiph. 6.51

6.46καὶ οὗτοι παρόντες καὶ ἐπιδημοῦντες, ἐξὸν αὐτοῖς ἀπογράφεσθαι καὶ εἴργειν ἐμὲ τούτων ἁπάντων, οὐκ ἠξίουν ἀπογράφεσθαι· καίτοι note ἱκανά γʼ ἦν ὑπομνῆσαι καὶ ἐνθυμηθῆναι, εἴπερ ἠδικοῦντο, ἀμφότερα καὶ σφῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως. διὰ τί οὖν οὐκ ἀπεγράφοντο; note διʼ τι note συνῆσαν καὶ διελέγοντο· συνῆσάν τε γάρ μοι οὐκ ἀξιοῦντες φονέα εἶναι, καὶ οὐκ ἀπεγράφοντο τούτου αὐτοῦ ἕνεκα, οὐχ ἡγούμενοί με ἀποκτεῖναι τὸν παῖδα οὐδʼ ἔνοχον εἶναι τοῦ φόνου, οὐδὲ προσήκειν μοι τούτου τοῦ πράγματος οὐδέν. 6.47

καίτοι πῶς ἂν ἄνθρωποι σχετλιώτεροι ἀνομώτεροι γένοιντο; οἵτινες ἅπερ αὐτοὶ σφᾶς αὐτοὺς οὐκ ἔπεισαν, ταῦθʼ ὑμᾶς ἀξιοῦσι πεῖσαι, καὶ αὐτοὶ ἔργῳ ἀπεδίκασαν, ταῦθʼ ὑμᾶς κελεύουσι καταδικάσαι· καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι τοῖς ἔργοις τοὺς λόγους ἐξελέγχουσιν, οὗτοι δὲ τοῖς λόγοις ζητοῦσι τὰ ἔργα ἄπιστα note καταστῆσαι. 6.48καίτοι εἰ μηδὲν ἄλλο μήτε εἶπον μήτε ἀπέφηνα μήτε μάρτυρας παρεσχόμην, ἀλλὰ ταῦτα ὑμῖν ἀπέδειξα, τούτους note ὅπου μὲν χρήματα λαμβάνοιεν ἐπʼ ἐμοί, αἰτιωμένους καὶ προαγορεύοντας, ὅπου δὲ μὴ εἴη δώσων, συνόντας καὶ διαλεγομένους, ἱκανὰ ἦν καὶ αὐτὰ ταῦτα ἀκούσαντας ἀποψηφίσασθαι καὶ τούτους νομίζειν ἐπιορκοτάτους καὶ ἀνοσιωτάτους πάντων ἀνθρώπων. 6.49οὗτοι γὰρ ποίαν δίκην οὐ δικάσαιντʼ ἂν ποῖον δικαστήριον οὐκ ἐξαπατήσειαν τίνας ὅρκους οὐκ ἂν τολμήσειαν παραβαίνειν; οἵτινες καὶ νῦν τριάκοντα μνᾶς ἐπʼ ἐμοὶ λαβόντες παρὰ τῶν ποριστῶν καὶ τῶν πωλητῶν note καὶ τῶν πρακτόρων καὶ τῶν ὑπογραμματέων οἳ τούτοις ὑπεγραμμάτευον, ἐξελάσαντές με ἐκ τοῦ βουλευτηρίου, ὅρκους τοιούτους διωμόσαντο, note ὅτι πρυτανεύων πυθόμενος αὐτοὺς δεινὰ καὶ σχέτλια ἐργάζεσθαι εἰσῆγον εἰς τὴν βουλήν, καὶ ἐδίδαξα ὡς χρὴ ζητοῦντας ἐπεξελθεῖν τῷ πράγματι.



Antiphon, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Antiph.].
<<Antiph. 6.45 Antiph. 6.47 (English) >>Antiph. 6.51

Powered by PhiloLogic